Ancient Greek
Section 2
Severianus Gabalensis, De serpente homilia 2.1
Not analysed yet
Ἐνταῦθά μοι πρόσεχε ἀκριβῶς τὸν νοῦν, μή σε διαφύγῃ τῆς ἀληθείας τὸ θήραμα. Ἀντιλέξουσι γὰρ εὐθέως Ἰουδαῖοι, περὶ ὧν φησιν ὁ Παῦλος· Οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια ,καὶ ἐροῦσιν ἐσθ’ ὅτε πρὸς τοὺς ἀκεραίους· Εἰ ἐπικατάρατος ὁ κρεμάμενος ,πῶς ἀπὸ τοῦ ἐπικαταράτου εὐλογίαν σοι δοθήσεσθαι προσδοκᾷς; Πῶς δὲ ἀπὸ τοῦ θανάτῳ ὑποπεσόντος ζωὴν ἀναμένεις; Τὸ φαινόμενον, ὡς καὶ αὐτός φησιν ὁ διδάσκαλος ἡμῶν Παῦλος, ὡμολόγησε, κατάρα εστί· Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Εἰ τοίνυν γέγραπται καὶ μεμαρτύρηται, πῶς ἀπὸ τοῦ ἐπικαταράτου εὐλογία δίδοται τοῖς τὸν σταυρὸν περιέπουσι; Ταῦτα ἀεὶ καὶ προτείνει καὶ λέγει Ἰουδαῖος, ὁ ἐχθρὸς τοῦ σταυροῦ τοῦ Χριστοῦ . Οὐκοῦν ἐὰν εἴπῃ πρὸς σέ· Πῶς ὁ ἐπικατάρατος εὐλογίαν δίδωσιν; εἰπὲ αὐτῷ· Πῶς ἐν τῇ ἐρήμῳ οἱ ὄφεις ἔδακνόν σου τοὺς προγόνους, εἰκόνα δὲ ὄφεως χαλκῆν ποιήσας Μωϋσῆς ἀνεσταύρωσε καὶ εἶπε· Πᾶς ὁ δηχθεὶς ὑπὸ τοῦ ὄφεως προσεχέτω τῷ ὄφει καὶ σωθήσεται; Καὶ τί, φησί, τοῦτο πρὸς τὸ προκείμενον; Ἀλλὰ καὶ σφόδρα οἰκειότατον. Ἢ οὐκ ἤκουσας τοῦ θεοῦ λέγοντος· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς ; Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ὑμετέροις προγόνοις; Ἀναλαμβάνω τὸ ῥῆμα, ἵνα στήσω τὸ νόημα. Εἰ ἄπορόν σοι νομίζεται τοῦ ἐπικαταράτου εὐλογίαν πηγάσαι –Ἐπικατάρατος γὰρ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. –πῶς ἡ εἰκὼν τοῦ ὄφεως τοῦ ἐπικαταράτου, ὃς ἤκουσεν· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων ,ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ κειμένῳ τὴν σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν· Ἐάν τις ὑμῶν δηχθῇ, ἀναβλέψῃ εἰς τὸν οὐρανὸν ἄνω ἐπὶ τὸν θεὸν καὶ σωθήσεται; Ἵνα δὲ τὸ προσέχειν οὐρανῷ παραλίπῃ, οὐκ ἠδύνατο εἰπεῖν· Ἐάν τις δηχθῇ, ἀναβλέψῃ εἰς τὴν λυχνίαν τοῦ φωτὸς καὶ σωθήσεται; ἢ ἀποβλέψῃ εἰς τὴν τράπεζαν τῆς προθέσεως τῶν ἁγίων ἄρτων καὶ σωθήσεται; ἢ εἰς τὸ θυσιαστήριον ἢ εἰς τὸ καταπέτασμα ἢ εἰς τὴν κιβωτὸν ἢ εἰς τὴν εἰκόνα τῶν χερουβὶμ ἢ εἰς τὸ ἱλαστήριον ; Ἀλλ’ οὐδὲν τούτων εἰσήγαγεν ὁ νομοθέτης ὁ μέγας, ἀλλὰ μόνην ἔπηξε τοῦ σταυροῦ τὴν εἰκόνα καὶ ταύτην διὰ τοῦ ἐπικαταράτου ὄφεως . Διὰ τί οὖν, ὦ Ἰουδαῖε, ταῦτα ποιεῖ Μωϋσῆς; Διὰ τί χωνεύει ὄφιν ὁ λέγων διὰ τοῦ νόμου· Οὐ ποιήσεις γλυπτὸν οὐδὲ χωνευτόν ; Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Αὐτὸν ἐρωτῶ τὸν νομοθέτην· Εἰπέ μοι, ὦ πιστότατε τοῦ θεοῦ θεράπων, ὃ ἀπαγορεύεις ποιεῖς; ὃ ἀνατρέπεις παρασκευάζεις; Ὁ λέγων· Οὐ ποιήσεις γλυπτόν, οὐδὲ χωνευτόν ,σὺ χωνεύεις καὶ γλύφεις ὄφιν; Ἀλλ’ ἐκεῖνα μὲν ἐνομοθέτησα, φησίν, ἵνα τὰς ὕλας ἐκκόψω τῆς ἀσεβείας καὶ τὸν λαὸν τοῦτον ἀπαγάγω πάσης εἰδωλολατρείας. Νυνὶ δὲ χωνεύω τὸν ὄφιν, ἵνα προτυπώσω τὴν εἰκόνα τῆς τοῦ σταυροῦ οἰκονομίας. προομαλίζω τὸν δρόμον τοῖς ἀποστόλοις· προγυμνάζω τὸ μέγα καὶ ξένον ἐκεῖνο τὸ τοῦ σταυροῦ σύμβολον. Ὅτι δὲ οὐ βεβιασμένος ὁ λόγος, ἄκουε τοῦ κυρίου τὴν εἰκόνα τὴν ἀρχαίαν ἐκείνην βεβαιοῦντος καὶ εἰς ἑαυτὸν ἀναλαμβάνοντος. Νικοδήμῳ γάρ τινι Ἰουδαίων ἄρχοντι διαλεγόμενος ὡς διδασκάλῳ τοῦ λαοῦ καὶ συνιέναι δυναμένῳ τῆς οἰκονομίας τὴν θεωρίαν, φησί· Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀποληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Εἰπὲ οὖν, ὦ ἀναίσθητε Ἰουδαῖε, οὐ χαλκὸς ἐκεῖνο ἦν; Νεκρὰ ὕλη νικῆσαι θάνατον ἰσχύουσα, τύπον ἔχουσα σταυροῦ. καὶ αὐτὴ ἡ ἀλήθεια τοῦ σταυροῦ οὐ πιστεύεται; Καὶ ταῦτα μετὰ τὴν ἐπιστροφὴν τῆς οἰκουμένης, μετὰ τὴν λάμψασαν ἐν παντὶ τῷ κόσμῳ τῆς εὐσεβείας κατάστασιν, μετὰ τὴν πίστιν τῶν ἐθνῶν, μετὰ τὴν ἔγερσιν τῶν ἐκκλησιῶν, μετὰ τοσοῦτον ἀγωνισμόν, μετὰ τοσαύτην ἄσκησιν, μετὰ τοσαύτης ἀγγελικῆς πολιτείας ἐπίδοσιν; Ἀλλὰ γὰρ ἀποδέδεικται σαφῶς, ὅπως ἀποκέκλεισται τοῖς ἐχθροῖς τοῦ σταυροῦ τὸ ὀνειδίζειν ἡμῖν τὸ σχῆμα τοῦ ἐπικαταράτου. Καὶ πρὸς μὲν ἐκείνους ταῦτα. Ἡμεῖς δὲ οἱ πιστοὶ παρ’ ἑαυτοῖς ἐξετάσωμεν καὶ βασανίσωμεν τῶν ῥημάτων τὴν ἀκρίβειαν. Τί δήποτε ὁ κύριος τὴν εἰκόνα τῆς οἰκονομίας ἐκείνης οὐ δι’ ἑτέρου τινός, ἀλλὰ δι’ ὄφεως ἐποίησε; Πρὸς μὲν γὰρ τοὺς ἀγῶνας τῶν ἐναντίων ἱκανὸν τὸ ὑπόδειγμα τοῦ ἐπικαταράτου ὄφεως · πρὸς δὲ τὸ πεῖσαι τοὺς υἱοὺς τῆς εὐσεβείας, τί δήποτε τὸ σχῆμα τοῦ ἐπικαταράτου ὄφεως εἰκὼν ἐγένετο τοῦ προσκυνουμένου Χριστοῦ. Διὸ δεῖ καὶ ἡμᾶς εἰπεῖν μετὰ σπουδῆς καὶ ὑμᾶς ἀκοῦσαι μετὰ προθυμίας.