Ancient Greek
Section 10
Severianus Gabalensis, De serpente homilia 10.1
Not analysed yet
Τί τοίνυν σκανδαλίζῃ περὶ τὴν εὐσέβειαν, αἱρετικέ; Τί συκοφαντεῖς τοῦ πνεύματος τὴν ἀξίαν; Τί παραβαίνεις τῆς πίστεως τὴν ὁμολογίαν; Ἀνάγνωθί σου τὰς συνθήκας ἐπὶ τῶν μυστηρίων, πῶς εἶπας· Πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. Ὃ ἐπίστευσας, ἀνεσκεύασας; Ὃ ὡμολόγησας, ἀνέτρεψας; Ὃ καθαρῶς διεσάφησας, τοῦτο πάλιν ἀσεβῶς ἐθόλωσας; Πολεμεῖς τῇ εἰρήνῃ; Μάχῃ σου ταῖς συνθήκαις; Ἀπηρνήσω τὴν πίστιν καὶ εἰσάγεις ζητήσεις; Πιστεύοντι, ὁμολογοῦντί σοι παρεδόθη τὸ δῶρον καὶ μετὰ τὸ δῶρον ἐξορίζεται πίστις καὶ εἰσάγεται διάλεξις; Μὴ ὕβριζε τὴν ἀξίαν τῆς χάριτος. Μὴ παραχάραττε τὰς συνθήκας τῆς φοβερᾶς ἐκείνης καὶ φρικώδους μυσταγωγίας. Ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὡμολόγησας πιστεύειν· ἐβαπτίσθης ὁμοίως εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. Ἡ εὐλογία ὁμοίως ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ἡμῖν τὰ δῶρα παρὰ τῆς χάριτος καὶ παρ’ ὑμῶν ἡ βλασφημία τῇ χάριτι; Παρὰ τοῦ ἁγίου πνεύματος ἡμῖν ἐλευθερία καὶ παρ’ ὑμῶν δουλεία τῷ πνεύματι; Ὢ τῆς ἀπονοίας. Ὢ τῆς ἀγνωμοσύνης. Ἢ τὴν νέαν ἀπάρνησαι χάριν ἢ τὴν παλαιὰν αἰδέσθητι διαθήκην ἢ πανταχοῦ παρίστα τῆς ἁγίας τριάδος τὴν ὁμοτιμίαν, ὡς πολλάκις διὰ πολλῶν ὑμῖν ἐγγράφων μαρτυριῶν ἀπεδείξαμεν. Αἷς καὶ ἑτέραν βούλομαι προσθεῖναι πάλιν ἀπόδειξιν. Προαναπεφώνηται γάρ, ὡς πολλάκις ἔφθην εἰπών, ἐν τῇ παλαιᾷ τὰ νέα. Τί οὖν προστάττει ὁ θεὸς τῷ Μωϋσεῖ λέγων· Λάλησον τῷ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· Οὕτως εὐλογήσατε τοὺς υἱοὺς Ἰσραήλ. Πρόσεχε ἀκριβῶς. Ἵνα μή τις ἁπλῶς ὑπολαβὼν νομίζῃ καλῶς ἔχειν, προσέταξε τὸ οὕτως ,ἵνα μηδεὶς κατὰ τὴν ἰδίαν ἐξουσίαν τὰς εὐλογίας φέρῃ, ἀλλὰ κατὰ τὸν κανόνα τῆς γραφῆς τὰ πάντα ποιῇ. Λέγει· Οὕτω φησὶν εὐλογήσατε. Οὕτω · πῶς; Ευλογήσει σε κύριος καὶ φυλάξει σε. Καὶ πρόσεχε πῶς πανταχοῦ τὴν τριάδα μυστικῶς εἰσάγει, δι’ ἧς καὶ εὐλογίαι τριπλασιάζονται· Εὐλογήσει σε κύριος καὶ φυλάξει σε. Ἐπιφανεῖ κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ εὐλογήσει σε. Ἐπάρει κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ καὶ δῴη σοι εἰρήνην. Ὅρα τὴν τριάδα διαρρήδην ἀνυμνουμένην. Ποία χάρις οὐκ ἀπὸ πνεύματος ἁγίου; Ποῖον δῶρον οὐκ ἐξ ἐκείνου; Ποῖον ἀγαθὸν ἄνευ ἐκείνου; Τί δύναται καὶ ὑπερκόσμιον ἐπιφανῆναι τοῖς ἀνθρώποις ἄνευ πνεύματος ἁγίου; Ἐρευνᾶτε τὰς γραφὰς καὶ σκοπήσατε, ὡς, ὅταν ἡ γραφὴ θέλῃ μηνῦσαί τι ἢ δεῖξαι τῶν ὑπὲρ φύσιν ἀποτελουμένων, τῇ τοῦ πνεύματος αὐθεντίᾳ τὸ πᾶν ἐπιγράφει. Οἷον, Σαμψὼν τὸν γενναῖον ἐκεῖνον ἀριστέα, ὅτε τὰ μεγάλα ἐκεῖνα καὶ παράδοξα τῆς ἀνδρείας ἐνεδείκνυτο στρατηγήματα, ἡ γραφὴ πανταχοῦ δεικνύουσα, τὸ πνεῦμα τὸ ἅγιον τῶν στρατηγημάτων προέταττεν. Ἦλθον, φησίν, ἀλλόφυλοι ἐπὶ τὸν Σαμψὼν πολλοὶ καὶ ἀναρίθμητοι· Καὶ μόνος ἦν ἐκεῖνος· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δεδεμένος. Τίς οὖν λύσις τῷ δεδεμένῳ; Τίς σωτηρία τῷ ἀπειλημμένῳ; Πῶς εἷς περιγίνεται τῶν πολλων; Πνεῦμα κυρίου κατῆλθεν ἐπὶ Σαμψὼν καὶ ἐφήλατο ἐπὶ τοὺς ἀλλοφύλους καὶ εὑρὼν ὄνου σιαγόνα χιλίους ἄνδρας διεχειρίσατο. Καὶ ὅρα τῆς θείας γραφῆς τὸ σοφόν. Ἐπειδὴ τοῖς ἀπείροις τοῦ ἀνδρὸς ἄπιστον ἦν τὸ ῥῆμα, ὅτι ὁ δεδεμένος ἐνίκησεν τοὺς λελυμένους καὶ ὁ μόνος τῶν πολλῶν περιεγένετο, διὸ προέταξε καλῶς· Καὶ πνεῦμα κυρίου ἐπῆλθεν ἐπὶ Σαμψὼν καὶ ἔλαβε σιαγόνα ὄνου καὶ ἀνεῖλε χιλίους ,ἵν’ ὅταν ἀπιστηθῇ διὰ τὴν ἀνθρωπίνην φύσιν, πιστευθῇ διὰ τὴν τοῦ πνεύματος δύναμιν. Οὐκοῦν καλῶς ἔλεγε Μωϋσῆς· Πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὅτι κύριος παρέδωκεν αὐτοὺς καὶ ὁ θεὸς ἀπέδοτο αὐτούς; Ἀνάγνωθι τὰς γραφὰς καὶ εὑρήσεις ἐφ’ ἑκάστου στρατηγήματος προτεταγμένην τοῦ πνεύματος τὴν αὐθεντίαν. Ἦλθον οἱ ἀλλόφυλοι καὶ πνεῦμα κυρίου κατῆλθεν ἐπὶ Σαμψών. Ἐπήδα λέων καὶ διεσπάραξε τὸν λέοντα ὡς ἔριφον. Ἐδέθη σιδηραῖς ἁλύσεσι καὶ ἡ γυνὴ πρὸς αὐτόν· Ἀλλόφυλοι ἐπὶ Σαμψών. Ἀλλὰ πάλιν ἡ γραφή· Καὶ πνεῦμα κυρίου ἦλθεν ἐπὶ Σαμψὼν καὶ διελύθη τὰ δεσμά, ὡς ὅταν στυππίον ὀσφρανθῇ πυρός. Οὐδαμοῦ οὐδεμίαν εἰσῆγεν ἀριστείαν, μὴ προτάξας τοῦ πνεύματος τὴν ἐνέργειαν. Εἶτα ἐπεὶ λοιπὸν ἐγυμνώθη τῆς δυνάμεως, πρόσεχε ἀκριβῶς, τί παραδέδωκεν ἡ θεία γραφὴ πανταχοῦ λέγουσα ὅτε ἐστρατήγει καὶ ἐνίκα, ὅτι πνεῦμα κυρίου ἦλθεν ἐπὶ Σαμψών . Ὅτε ἐξυρᾶτο τὴν κεφαλήν, προδιδοὺς τῆς χάριτος τὸ ἐνέχυρον, εὐθέως ἔγραφε· Καὶ κύριος ἀπέστη ἀπὸ Σαμψὼν. . Ὅτε οἱ ἀλλόφυλοι· Καὶ πνεῦμα κυρίου κατῆλθεν ἐπ’ αὐτόν . Ὅτε ἀνεχώρει, λέγει· Καὶ κύριος ἀπέστη ἀπ’ αὐτοῦ. Καὶ εἰκότως. Ὁ γὰρ κύριος τὸ πνεῦμά εστιν. Οὐ μόνον δὲ ἐν τῇ παλαιᾷ ταύτην εὑρήσεις τὴν θεωρίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀποστόλοις. Ὅταν τινὰ μεγάλην καὶ ὑπερβάλλουσν δύναμιν κηρύττῃ τὰ θεῖα λόγια, πανταχοῦ τοῦ πνεύματος τὴν αὐθεντίαν προτάττει. Εἰσάγει τὸν Παῦλον ἐν τῇ Κύπρῳ λόγῳ τιμωρούμενον τὸν ἐπάρατον ἐκεῖνον Ἐλύμαν τὸν μάγον ,τὸν κατὰ τῆς ἀληθείας στρατευόμενον καὶ ἐπειδὴ ἔμελλε πρᾶγμα διηγεῖσθαι ξένον, ὅρα ὀφθαλμοὺς λόγῳ σβεννυμένους· Ἰδοὺ γάρ φησι χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον. Τοῦτο δὲ ὑπερέβαινε τὴν Παύλου καὶ πάντων ἀνθρώπων φύσιν, λέγω δὴ τὸ ἀφανίσαι ὀφθαλμοὺς λόγῳ ἀνθρώπου. Λόγος οὖν ἀνθρώπου οὐ μεταβάλλει φύσιν οὐδὲ τυφλοῖ τὴν ὄψιν. Ἵνα οὖν μὴ ἀποβλέψας εἰς τὰ ἀνθρώπινα ῥήματα, ξενισθῇ περὶ τὰ πράγματα καὶ νομίσας πεπλανημένον εἶναι τὸ ῥῆμα, προτάττει πάλιν ἡ γραφὴ τοῦ πνεύματος τὴν αὐθεντίαν. Τότε δή φησιν ὁ Παῦλος πνεύματος ἁγίου πλησθεὶς εἶπε πρὸς αὐτόν. Ἔχεις καὶ ἑτέραν ἀπόδειξιν πνεύματος, ἐὰν ὑπὲρ δύναμιν ἰδιώτης λαλήσῃ. Ἀλλὰ πάλιν ἡ γραφὴ τῷ πνεύματι τὴν ἐνέργειαν ἐπιγράφει. Οἷον· δημηγορεῖ Πέτρος καὶ Ἰωάννης ἐν τῷ πλήθει τῷ Ἰουδαίων· Καὶ τότε φησὶν ὁ Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπε πρὸς τὸν λαόν· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε. Διὰ τί οὖν πλησθεὶς πνεύματος ἁγίου ; Ἐπειδὴ ἰδιώτην ὑπερέβαινεν ἡ παρρησία, ἵνα μή τις εἰς τὸν ἁλιέα ἀποβλέψας, ἀπιστήσῃ τῇ παρρησίᾳ τοῦ λόγου τοῦ ἁγίου, προέταξε τοῦ ἁγίου πνεύματος τὴν σοφίαν, ἵνα μὴ θαυμάσῃς τὴν χορηγίαν. Σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἕτερον, ἵνα ἐπὶ πλεῖον ἡ βεβαίωσις ἐπιλάμψῃ τοῖς εἰρημένοις. Ἀνοίγεται οὐρανὸς ἁγίοις, ἀλλὰ ἄνευ πνεύματος τοῦ ἁγίου οὐκ ἀνοίγεται. Οὐ γὰρ ὀφθαλμοῖς σαρκὸς ὁρᾶται οὐρανὸς ἀνοιγόμενος, ἀλλ’ ὑπὸ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας. Εἶδε Στέφανος τοὺς οὐρανοὺς ἀνεῳγμένους, ἀλλ’, ὡς ἡ γραφή φησιν, ὑπάρχων πλήρης πνεύματος ἁγίου, εἶδεν. Οὐδαμοῦ τοίνυν, ἀδελφοί, οὐρανόν ἐστιν ἰδεῖν ἄνευ πνεύματος ἀνοιγόμενον, οὔτε αὐθεντίαν διδασκαλίας ἐνδύσασθαι, οὐ δύναμιν θαυμάτων ἐνδείξασθαι ἄνευ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος. Πάντα γὰρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· · ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.