Ancient Greek · ~17 min
Section 9
Severianus Gabalensis, De serpente homilia 9.1
Not analysed yet
Ὁ σωτήρ ποτε τῇ Ἰουδαίων συναγωγῇ προσδιαλεγόμενος καὶ δοκιμάζων, ἣν ἔχουσι περὶ αὐτοῦ δόξαν καὶ ὑπόληψιν οἱ πολλοί, λέγει πρὸς αὐτούς· Τίνα λέγετε εἶναι τὸν Χριστόν; τίνος ἐστὶν ὁ υἱός; Λέγουσιν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι· Τοῦ Δαυίδ. Εἶτα κύριος ἀντιτιθεὶς αὐτῶν τῇ ὑπονοίᾳ, πάλιν ἐπήγαγε· Καὶ πῶς Δαυὶδ ἐν πνεύματι ἁγίῳ καλεῖ αὐτὸν κύριον; Εἶπε γὰρ ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Τὸ δὲ ἐν πνεύματι ἁγίῳ προσέθηκεν οὐχ, ἵνα τὸ πνεῦμα δοῦλον ἀποδείξῃ τοῦ κηρυττομένου Χριστοῦ, ἀλλ’ ἵνα σαφῶς παραστήσῃ, ὅτι ὁ προφήτης ἐν πνεύματι ἁγίῳ τὰ μέλλοντα προορῶν, ὃ ἤμελλεν υἱὸν κατὰ σάρκα κύριον ὁμολογεῖ κατὰ ἀλήθειαν. Οὐ γὰρ περὶ τοῦ ἁγίου πνεύματος προέκειτο τῷ κυρίῳ ἐξεταζομένῳ, ἀλλὰ περὶ αὐτοῦ. Δαυὶδ υἱὸν ἔχει τὸν κύριον ἢ δεσπότην; Ἀμέλει γοῦν αὐτὸς ὁ κύριος προαναιρῶν τὴν τῶν αἱρετικῶν συκοφαντίαν καὶ φυλάττων ἀκέραιον τοῦ ἁγίου πνεύματος τὸ ἀξίωμα, τῇ ἐπαγωγῇ λύει τὴν ἀμφισβήτησιν. Τί οὖν φησιν; Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; Οὐκ εἶπεν εἰ οὖν τὸ πνεῦμα τὸ ἅγιον καλεῖ αὐτὸν κύριον, ἀλλ’ εἰ ὁ Δαυὶδ καλεῖ αὐτὸν κύριον . Διὰ τί οὖν προσέθηκε τὸ ἐν πνεύματι ἁγίῳ καλεῖ αὐτὸν κύριον ; Ἐπειδὴ τὸ εἰπεῖν περὶ Χριστοῦ πρὸ τῆς Χριστοῦ παρουσίας οὐκ ἦν σώματος βλέποντος, ἀλλὰ πνεύματος ἁγίου προδεικνύοντος. Οὐδὲ γὰρ ἃ ἔβλεπε Δαυὶδ ἐκήρυττεν· ἀλλ’ ἃ τὸ πνεῦμα τὸ ἅγιον ὑπέβαλλε, ταῦτα διὰ τῆς πνευματικῆς ἐκρούετο λύρας. Διὰ τοῦτο τὸ κύριος προσέθηκε· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ἁγίῳ καλεῖ αὐτὸν κύριον; Ἵνα δὲ μὴ τὴν βλασφημίαν ὁ αἱρετικὸς εἰς τὸ ἅγιον πνεῦμα ἑλκύσῃ, ἐπήγαγε πάλιν, ὡς ἔφθημεν εἰπόντες· Εἰ οὖν Δαυὶδ καλεῖ κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; Οὐκοῦν ὁ Δαυὶδ αὐτὸν ἐν πνεύματι ἁγίῳ καλεῖ τὸν Χριστὸν κύριον. Ἐκεῖνο δὲ προηγουμένως σκοπήσωμεν, ὅτι πᾶς προφήτης ἐκ πνεύματος ἁγίου λαλεῖ τὰ εἰκότα. Πάντες γὰρ ὁμολογοῦμεν, ὡς ἐν πνεύματι ἁγίῳ ἐλάλησαν οἱ προφῆται, ὡς καὶ ὁ ἀπόστολος μαρτυρεῖ λέγων· Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφήτου. Καὶ πάλιν καθολικῶς ὁ θεός· Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι. Καὶ Μωϋσῆς· Τίς δώσει πάντα τὸν λαὸν προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ ἅγιον πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς; Ἐνταῦθα προσέχωμεν ἀκριβῶς, πῶς ἡ θεότης δείκνυται τοῦ πνεύματος τοῦ ἁγίου, οὐχ ὑφ’ ἡμῶν ὑψουμένη, ἀλλ’ ὑπὸ τῆς οἰκείας ἀξίας κηρυττομένη. Καί μοι μικρὸν ἐπιτρέψατε διὰ πεύσεως καὶ ἀποκρίσεως σχηματίσαι τὸ προκείμενον. Ταῖς γὰρ τοιαύταις ἀντιθέσεσιν εὐμαρεστέρα καθίσταται τῶν ἀπορουμένων ἡ λύσις. Ἐρωτήσωμεν τοίνυν· Ὁμολογοῦσιν ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ τῶν προφητῶν ἢ ἀπειθοῦσιν ἔτι καὶ ἀμφιβάλλουσιν; Εἰ μὲν ἀμφιβάλλουσι, τὸ προειρημένον ὑπομνήσωμεν, πῶς αὐτὸς μαρτυρεῖ λέγων ὁ θεός· Εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι. Τὸ πνεῦμα γάρ ἐστι τὸ ἐνεργοῦν τὴν προφητικὴν δύναμιν. Ὡς καὶ ὁ Μωϋσῆς πάλιν ὁ θαυμάσιος βουλόμενος δεῖξαι, ὅτι ἐκ πνεύματος ἁγίου προφητεία συνίσταται, τὴν μεγάλην ἐκείνην καὶ θαυμασίαν ἔρρηξε φωνήν· Καὶ τίς δώσει πάντα τὸν λαὸν κυρίου προφήτας εἶναι, ἐν τῷ δοῦναι κύριον τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον ἐπ’ αὐτούς; Εἰ δὲ ὁμολογοῦσιν ἀληθῶς, ὥσπερ καὶ ἔστιν ἀληθῶς, ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν τοῖς προφήταις, ἄκουε ὡς ὁ μακάριος καὶ θαυμάσιος Ζαχαρίας, ὁ τοῦ προδρόμου πατήρ, θεὸν λέγει τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προφητῶν λαλῆσαν· Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ· καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ τοῦ παιδὸς αὐτοῦ· καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ. Εἰ τοίνυν λαλήσας διὰ στόματος τῶν προφητῶν θεός, ἐλάλησε δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις, ὥς φησιν ὁ Δαυὶδ ἐν τῇ βίβλῳ τῶν Βασιλειῶν· Πνεῦμα γὰρ κυρίου ἐλάλησεν ἐν εμοί. Θεὸς ἄρα καὶ κύριος τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προφητῶν φθεγξάμενον. Λάβε δέ μοι σαφῆ τῶν λεγομένων ἀπόδειξιν. Ὁ θεῖος ἀπόστολος βουλόμενος τῇ προφητικῇ φωνῇ δεῖξαι τὸ πνεῦμα τὸ ἅγιον, φησὶν ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· Ἐὰν πάντες προφητεύητε, εἰσέλθῃ δέ τις ἰδιώτης ἢ ἄπιστος, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γινεται· καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον αὐτοῦ προσκυνήσει, ἀπαγγέλλων, ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν. Ὁρᾷς ὅτι τὸ ἐν τοῖς προφητεύουσι πνεῦμα θεὸν διαρρήδην ἀνηγόρευσεν ὁ τῆς εὐσεβείας διδάσκαλος;