Ancient Greek
Section 1
Severianus Gabalensis, De tribus pueris sermo 1.1
Not analysed yet
Καινὸν ὡς ἀληθῶς καὶ μέγιστον εὐσεβείας θέατρον ἡ τῶν τριῶν παίδων συνεστήσατο χορεία, ἐν Βαβυλῶνι μὲν τὸν ἀγῶνα τὸν καλὸν ἠγωνισμένη, κατὰ πᾶσαν δὲ τὴν οἰκουμένην συγκροτοῦσα τὸ θαῦμα τοῦ μαρτυρίου. Οὐ γὰρ περιγράφεται τόπῳ ἡ τῶν ἁγίων δόξα, οὐδὲ περιορίζεται χρόνοις ἡ τῶν δικαίων μνήμη· Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος. Ὅθεν εἰ καὶ ἐν τοῖς παλαιοτάτοις χρόνοις ἐτελειώθη τὸ μαρτύριον, ἀλλ’ εἰς πάντα τὸν αἰῶνα τῆς ὑπομονῆς ᾄδεται τὸ στρατήγημα. Οἴδαμεν διὰ τῶν ἀναγνωσμάτων τὰ πράγματα, οἴδαμεν διὰ τῆς μνήμης τὴν ἱστορίαν, οἴδαμεν ὡς ἐν εἰκόνι τῷ λόγῳ καὶ τοῦ τυράννου τὴν παρανομίαν, καὶ τῶν ἁγίων τὴν ὁμολογίαν, καὶ φλεγομένην μὲν τῷ πυρὶ τὴν κάμινον, ἀντιλάμπουσαν δὲ τῷ θυμῷ τοῦ τυράννου, καὶ τῇ ἀπειλῇ τοῦ πυρὸς ἄσβεστον τὴν τῶν μαρτύρων ὁμολογίαν ἐπιδεικνυμένην· μᾶλλον δὲ τί τὸ κωλῦον ἄνωθεν ἀναλαβόντας τῶν θεοφιλῶν ὡς ἀληθῶς καὶ τρισμακαρίων τοὺς ἀγῶνας εἰπεῖν; Ναβουχοδονόσορ ὁ βασιλεύς, μᾶλλον δὲ ὁ τύραννος –τοῦτο γὰρ οἰκεῖον ὄνομα τῷ παρανόμῳ –,ἐκράτει μὲν τῆς Βαβυλωνίας· ἦν δὲ καὶ τῇ ψυχῇ βάρβαρος καὶ τὸν τρόπον ἀνήμερος. Οὗτος ἀδικίᾳ πολλῇ καὶ πλούτῳ καὶ ἀσεβείᾳ μεθύων ἠγνόησε μὲν τὴν ἑαυτοῦ φύσιν, καὶ οὐδὲ ἄνθρωπον ἑαυτὸν ὑπονοήσας, ὡς θεὸς προσκυνεῖσθαι προσεδόκησεν. Ἔθρεψαν δὲ αὐτῷ τὴν ὑπέρογκον ἀλαζονείαν ἥ τε σύντροφος αὐτοῦ μανία καὶ ἡ τοῦ θεοῦ μακροθυμία, φέρουσα μὲν ἀνεξικάκως τοὺς ἀσεβοῦντας, συγχωροῦσα δὲ πάντα γενέσθαι πρὸς γυμνασίαν τῶν εὐσεβούντων. Ἐποίησε δὲ ὁ παράνομος εἰκόνα χρυσῆν, τουτέστιν ἀνδριάντα χρυσοῦν, καὶ τοὺς κατ’ εἰκόνα θεοῦ γενομένους προσκυνεῖν ἠνάγκαζεν ἣν ἐποίησεν εἰκόνα. Πολλῇ δὲ τῇ φιλοτιμίᾳ χρησάμενος, ὕψος μὲν αὐτῇ δίδωσι πηχῶν ἑξήκοντα, εὖρος δὲ πηχῶν ἕξ· εὐάρμοστον δὲ καὶ εὔρυθμον τὸ ἄγαλμα κατασκευάζει, ἵνα ἢ τῷ μεγέθει ἢ τῷ κάλλει τῆς συνθέσεως ἐκνικήσῃ τὸ ψεῦδος, βιασάμενον τὴν ἀλήθειαν. Ἔστιλβε μὲν οὖν ἡ τέχνη, ἔλαμπεν ὁ χρυσός, ὁ κῆρυξ ἐβόα, ὁ τύραννος ἠπείλει, ἡ κάμινος ἐφλέγετο, καὶ πρὸς τούτοις πᾶσι τὰ λεγόμενα τῆς μουσικῆς ὄργανα τοὺς ἄφρονας δεινῶς εἰς ἀθείαν ἐξεβάκχευε, καὶ ὅλως πάντων ἔκλεπτε τῶν ὁρώντων τὴν ἔννοιαν ἡ φαντασία τῶν ὁρωμένων. Ἀλλ’ οὐκ ἔμελλε καὶ τῶν ἁγίων ἐπικρατέστερον εἶναι τὸ τῆς ἀσεβείας πρόσταγμα· πάντων δέ, ὡς εἰπεῖν, ὥσπερ ὑπό τινος χειμάρρου τοῦ σφοδροῦ τῆς ἀπάτης ῥεύματος εἰς τὸν τῆς εἰδωλολατρείας κρημνὸν κατασυρομένων, οἱ τρεῖς οὗτοι καὶ καλοὶ νεανίαι ὥσπερ ἐπί τινα πέτραν τὴν εὐσέβειαν πιστῶς ἑαυτοὺς ἐπερείσαντες, οὐχ ὑπεσύρησαν τῷ ῥεύματι τῆς ἀδικίας. Ἔπρεπε γὰρ λέγειν αὐτοῖς· Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Ἀλλ’ οὔτε τῷ ῥεύματι κατεποντίσθησαν, οὔτε τοῖς βρόχοις ἑάλωσαν, ἀλλὰ καλῶς δραμόντες εἰς εὐσέβειαν, καὶ ὑψηλῷ τῷ πτερῷ τῆς πίστεως κεχρημένοι διεσώζοντο, κατὰ τὸν παροιμιαστήν· Ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. . Καὶ μονονουχὶ τὰ τοῦ διαβόλου δίκτυα κατὰ πάσης ἡπλωμένα τῆς ἀνθρωπότητος ὁρῶντες, τὴν εὐσεβῆ φωνὴν ἐδευτέρουν κατὰ τοῦ ὑμνογράφου λέγοντες· Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Καὶ οὐκ ἀπέβλεψαν εἰς τὴν ἑαυτῶν βραχύτητα οἱ τρεῖς αἰχμάλωτοι, καὶ ὑπὸ τοσούτων ἐλαυνόμενοι, ἀλλ’ ᾔδεισαν ἀκριβῶς, ὅτι καὶ ὁ βραχύτατος τῆς εὐσεβείας σπινθὴρ ἱκανός ἐστιν ἅπασαν τὴν ἀσέβειαν καταφλέξαι καὶ ἀφανίσαι. Διὰ τοῦτο καίτοι τρεῖς ὄντες ἀλλήλοις ἐστερεοῦντο καὶ συνεσφίγγοντο. Ἤιδεισαν γάρ, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Ἐμέμνηντο τοῦ πατριάρχου Ἀβραάμ, ὅτι μόνος ὢν ἐν πάσῃ τῇ γῇ προσκυνητὴς τοῦ θεοῦ, οὐκ ἠκολούθησε τῷ πλήθει τῶν ἀσεβούντων, ἀλλὰ νόμος ἦν αὐτῷ εὐσεβείας καὶ δικαιοσύνης ἔπαθλον· ὅθεν εἰκότως ἐξ αὐτοῦ τε οἷον ἔκ τινος ῥίζης ἀγαθῆς ἐβλάστησαν οὗτοι οἱ τῆς εὐσεβείας καρποί. Ἐξ αὐτοῦ γὰρ καὶ πατριάρχαι, καὶ ὁ νομοθέτης Μωϋσῆς, καὶ οἱ προφῆται, καὶ πάντες οἱ θεολόγοι· ἐξ αὐτοῦ δὲ προηγουμένως καὶ τὸ σωτήριον ἐκεῖνο καὶ ἀθάνατον τῆς δικαιοσύνης ἄνθος, ἡ τοῦ σωτῆρος ἐνανθρώπησις· ἐξ ἐκείνης καὶ οἱ τρεῖς παῖδες οὗτοι οὐκ ἠρνήσαντο τὴν εὐγένειαν· ἐμέμνηντο καὶ τοῦ Λὼτ παροικοῦντος μὲν ἐν Σοδόμοις, μακρὰν δὲ τοῖς τρόποις ἀπῳκισμένου· ἐλάμβανον ἐν νῷ καὶ τὸν Ἰωσὴφ μόνον ἐν Αἰγύπτῳ σωφροσύνης ἀντιποιούμενον, καὶ εὐσεβείας ὄντα φροντιστήριον. Ὅθεν καὶ οὗτοι ἐν τοσαύταις μυριάσιν ἀπειλημμένοι τοὺς πολλοὺς μὲν ὁρῶντες ἐλογίζοντο ὅτι πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εὑρίσκοντες αὐτήν· πρὸς ἑαυτοὺς δὲ πάλιν βλέποντες καὶ τὴν κάμινον, ἐμέμνηντο καὶ τῆς σοφίας ὧδέ που λεγούσης, ὅτι ὥσπερ δοκιμάζεται ἐν καμίνῳ χρυσός, οὕτως ἐκλέγεται καρδίας ὁ θεός. Διὰ τοῦτο οὔτε σάλπιγξ αὐτοὺς τὸ πολεμικὸν ἠχοῦσα μέλος ἐφόβησεν, οὔτε λύρα τὰς ἀκοὰς θέλγουσα τοὺς τόνους τῆς εὐσεβείας διέλυσεν, οὔτε μὴν ἡ λοιπὴ πᾶσα συμφωνία τῆς μουσικῆς τὴν καλὴν καὶ ἐναρμόνιον τῆς εὐσεβείας συμφωνίαν διέλυσεν, ἀλλ’ ἀντέστησαν τῇ καλῇ συμφωνίᾳ τὴν καλὴν ὁμολογίαν . Ὁ δὲ κακόφρων ἐκεῖνος καὶ δυσσεβὴς τύραννος, ὡς προηγγέλθησαν οἱ περὶ τὸν Ἀνανίαν ἀπειθοῦντες τῷ προστάγματι τῆς ἀνομίας, διαβολικῷ τύφῳ τὴν ψυχὴν πεπιεσμένος, καὶ αὐτήν, ὡς εἰπεῖν, τοῦ ἄρχοντος τῆς κακίας τὴν ὄψιν ἀναλαβών, προσκαλεσάμενος αὐτούς φησιν· Εἰ ἀληθῶς, Σιδράχ, Μισάχ, καὶ Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησα οὐ προσκυνεῖτε; Ἐνόμισε σχῆμα εἶναι τὴν εὐσέβειαν, καὶ ἐρωτᾷ εἰ ἀληθῶς βασιλικοῖς προστάγμασιν ἀντιπίπτειν τολμῶσιν οἱ τὴν εὐσέβειαν ἐπαγγελλόμενοι· ἔμελλε δὲ παρ’ αὐτῆς τῆς πείρας διδάσκεσθαι, ὅτι οἱ τοῦ θεοῦ ἄνθρωποι οὐ μόνον τοῦ τυράννου τὰς ἀπειλὰς διαπτύουσιν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πυρὸς τὴν ἀκμὴν τῇ δυνάμει τῆς εὐσεβείας καταπατήσουσι. Νῦν οὖν ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι χρυσῇ, ᾗ ἔστησα.