Ancient Greek
Section 2
Severianus Gabalensis, De tribus pueris sermo 2.1
Not analysed yet
Καλῶς ἡρμήνευσε τὴν τῶν δαιμόνων προσκύνησιν, Πεσόντες προσκυνεῖτε . Ἀμήχανον τοὺς δαίμονας προσκυνοῦντας μὴ πεσεῖν μὲν εἰς ὄλεθρον, ἐκπεσεῖν δὲ τῆς ἀληθείας. Ἐὰν δὲ μή, φησί, προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Πάντως εἰ κάμινός ἐστι, δῆλον ὅτι πῦρ ἐστιν· εἰ δὲ πῦρ ἐστιν, δῆλον καὶ καιομένη· ἀλλὰ μεγαλύνει καὶ πλατύνει τὴν ἀπειλήν, ἵνα κάμψῃ τὴν γνώμην τῆς εὐσεβείας· Αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Καὶ φορητὰ μὲν μέχρι τούτου τὰ τῆς ἀλαζονείας. Ὅρα δὲ τί μετὰ ταῦτα προστίθησι· Καὶ τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Ἄλλος οὗτος Φαραώ· καὶ γὰρ ἐκεῖνος πρὸς τὸν Μωϋσῆν φησι· Τίς ἐστι θεός, οὗ ἐπακούσομαι; Οὐκ οἶδα, φησὶν ὁ δυσσεβής, τὸν κύριον, καὶ τὸν λαὸν οὐκ ἐξαποστελῶ. Ὢ τῆς πολλῆς τῶν ἀνθρώπων ἀλαζονείας· ὢ τῆς μεγάλης τοῦ θεοῦ μακροθυμίας. Φθέγγεται ἄνθρωπος καὶ ἀνέχεται θεός· λαλεῖ ὁ πηλὸς καὶ μακροθυμεῖ ὁ πλαστουργός· φθέγγεται γλῶσσα σαρκίνη καὶ σπλαγχνίζεται ὁ τῶν ἀσωμάτων ἀγγέλων δεσπότης. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Εὔκαιρον ἐπὶ τούτου μνησθῆναι τοῦ Ἡσαΐου λέγοντος· Τί ἀλαζονεύεται γῆ καὶ σποδός; Θέλεις θαυμάσαι θεοῦ μακροθυμίαν; Ἐννόησον τὴν εἰς σὲ γενομένην ὕβριν· πῶς ἀφόρητός σοι εἶναι νενόμισται. Ὑβρίζεταί τις πολλάκις ὑπὸ οἰκέτου, καὶ εὐθέως τῆς ἐλευθερίας τὴν ὕβριν προβαλλόμενος, δίκην ἀπαιτεῖ τοῦ τολμήματος, ἀπαραιτήτῳ θανάτῳ κολάζων τὸν ὑβρίζοντα· ὑβρίζεται πάλιν τις ὑπὸ εὐτελοῦς καὶ ἰδιώτου, αὐτὸς ἐν ταῖς τοῦ κόσμου πολιτείαις ἐξεταζόμενος· καὶ εὐθέως ὑπὸ τῆς ὕβρεως δακνόμενος ἐπὶ τιμωρίαν σπεύδει, εἰς μὲν τὴν κοινὴν φύσιν καὶ τὸ πάντων ἰσότιμον οὐκ ἀφορῶν, εἰς δὲ τὴν περικειμένην ἀξίαν ἀποβλέπων, ἧς περιαιρεθείσης μίαν ἔστιν ἰδεῖν τὴν τοῦ γένους ἰσοτιμίαν, ὅτι πάντες ἐκ γῆς ἐπλάσθημεν καὶ εἰς γῆν διαλυόμεθα· μία δὲ ἡ ὁδὸς ἡ εἰς τὸν βίον, ἔξοδός τε ἴση. Ἐκ πηλοῦ, φησί, διήρτησαι σύ, ὡς κἀγώ. Ἀλλ’ ὁ μὲν πηλὸς τοιαύτην ἀπαιτεῖ παρὰ τῶν ὁμοτίμων τὴν ὑπεροχήν· ὁ δὲ θεὸς πάντων ὑπερέχων καὶ φύσει καὶ νόμῳ, καὶ τοσοῦτον ἀνώτερος ὤν, ὅσον ὑψηλότερον δεῖ νοεῖν τὸν ποιητὴν τῶν ποιημάτων, βλασφημούμενος καὶ ἐξουθενούμενος παρὰ τῶν ἀγνωμόνων, οὐ παροξύνεται μέν· ἀπαθὴς γάρ· τιμωρεῖται δὲ μικρὸν ὕστερον τοὺς ἐπιμένοντας τῇ ἀφροσύνῃ, διότι δικαστής ἐστιν ἀληθείας καὶ κριτὴς ἀδυσώπητος. Ἵνα μὴ ἀθρόως ἅπαντες οἱ ἁμαρτάνοντες ἐξολοθρεύωνται, ὑπερτίθεται τὴν τιμωρίαν, καὶ προσφέρει τὴν ἀνεξικακίαν, ἵνα ἐφελκύσηται πρὸς μετάνοιαν. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἐτόλμησεν εἰπεῖν ἄνθρωπος σάρκα περικείμενος· Τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; Οἱ δὲ τρισμακάριοι παῖδες τούτων ἀκούσαντες οὐκ ἐξανέστησαν ἐν τῇ βλασφημίᾳ· σύντροφοι γὰρ ἦσαν καὶ αὐτοὶ τῆς θεοῦ μακροθυμίας· ἀλλὰ πρὸς τὰ τῆς ἀπιστίας ῥήματα πίστεως φωνὴν ἀναλαβόντες ἀντεφθέγγοντο τῷ τυράννῳ, νόμῳ τὴν ἀνομίαν ἐκλύοντες, καὶ ἐλευθερίᾳ δικαιοσύνης τὴν ἀπειλὴν τῆς ἀδικίας ἐκνικῶντες· Γνωστόν σοι ἔστω, βασιλεῦ, λέγοντες ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Παῦσαι τῆς ἀνοίας, ἄνθρωπε· αἰδέσθητι τὴν ἐφύβριστον τῆς εἰκόνος προσκύνησιν. Εἰ γὰρ σὺ τὴν εἰκόνα ἔστησας, πῶς προσκυνεῖς οἷς ἐποίησας; τίνες τίνων ὀφείλουσιν εἶναι δημιουργοί, ἄνθρωποι θεοῦ ἢ θεὸς ἀνθρώπων; Εἰ γὰρ ἀληθῶς θεοί, αὐτοῖς ἁρμόττει τὸ τῆς δημιουργίας ἀξίωμα· ἀλλ’ ὅπερ πολλάκις ἔφθημεν εἰπόντες, εἰ τέχνη μὴ προσῆν τοῖς ἀνθρώποις, Ἕλληνες θεοὺς οὐκ ἂν εἶχον· μᾶλλον δὲ κἀκείνῳ προσχῶμεν, ὅτι εἴ τις αἴσθησις ἦν τοῖς εἰδώλοις, αὐτοῖς ἔπρεπε προσκυνεῖν τοὺς ἀνθρώπους τοὺς ἐργαζομένους αὐτά. Νόμος γὰρ φύσεως τὸ ποίημα προσκυνεῖν τὸν πεποιηκότα, οὐ τὸν δημιουργὸν ὑποκύπτειν τῇ ἑαυτοῦ δημιουργίᾳ. Διὰ τοῦτο ἡμεῖς οἱ σύντροφοι τῆς εὐσεβείας θείῳ νόμῳ ἑπόμενοι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· ἀλλ’ ἔστιν ὁ θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου. Εἶτα ἵνα μὴ δόξωσιν ἢ τὸν θεὸν πειράζειν ἢ ἐλπίδι τοῦ ῥυσθήσεσθαι καταθαρρεῖν τοῦ πυρός, εὐθέως ἐπάγουσι· Καὶ ἐὰν μή, τουτέστι, κἂν μὴ ῥύσηται, ἀλλὰ συγχωρήσῃ κατακαῦσαι τὰ σώματα ἡμῶν τῷ πυρί, οὐδὲ οὕτως ἀφιστάμεθα τῆς εὐσεβείας· οὐ γὰρ ἐπὶ μισθῷ θεοσεβοῦμεν, ἀλλ’ εὐγνωμόνως τὴν ἀλήθειαν ὁμολογοῦμεν. Ὡς δὲ ταύτης ἤκουσε τῆς πίστεως τὴν ἐπαγγελίαν, πυροῦται μᾶλλον ὁ τύραννος καὶ κελεύει τὴν κάμινον ἑπταπλασίως ἐξαφθῆναι· ἔδει γὰρ τὸ ἀργύριον τὸ δοκιμώτατον ἑπταπλασίως καθαρθῆναι· Τὰ γὰρ λόγια κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ καὶ κεκαθαρισμένον ἑπταπλασίως. Διὸ ἑπταπλασίως ἡ κάμινος ἐξεκαύθη ,ἵνα ἑπταπλασίως οἱ ἅγιοι καθαρθῶσιν. Ὅτι δὲ ἀργύριον κέκληνται οἱ τοῦ θεοῦ ἄνθρωποι, μνημόνευε τῆς σοφίας λεγούσης· Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου· καὶ τοῦ προφήτου Ἱερεμίου ἄκουσον λέγοντος περὶ τῶν ἀποδοκιμαζομένων ἀπὸ τῆς εὐσεβείας· Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ θεός. Εἰ δὲ οἱ ἀτελεῖς ἀργύριον ἀδόκιμον, οἱ δὲ τετελειωμένοι δηλονότι ἀργύριόν εἰσι δοκιμώτατον· ὅσον γὰρ ἡ κάμινος ἐξήπτετο, τοσοῦτον ὁ τοῦ μαρτυρίου πόθος ἐλαμπρύνετο. Εἰσελθόντες γὰρ οἱ ἅγιοι τρεῖς οὗτοι παῖδες μετὰ πίστεως κατεπάτουν τὴν φλόγα, λεπτὸν ἀέρα καὶ ἔνδροσον ἐν αὐταῖς μέσαις ταῖς ἀκμαῖς τοῦ πυρὸς ἀναπνέοντες. Ὁ γὰρ πάντα ποιῶν καὶ μετασκευάζων ἤμβλυνε τοῦ πυρὸς τὴν θερμότητα, καὶ τὴν καυστικὴν αὐτοῦ ἐνέργειαν περιέκοψεν, ἐπαληθευούσης τῷ θαύματι τῆς ὑμνῳδίας ἐκείνης· Φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός. Κεκοίμιστο μὲν τὸ πῦρ ἔνδον ἠρεμοῦν, οἱ δὲ ἅγιοι παῖδες ἐχόρευον, μονονουχὶ τῆς ἐπαγγελίας ἐκείνης ἀπολαύοντες, ἣν διὰ τοῦ προφήτου ὁ θεὸς Ἡσαΐου ἐπαγγέλλεται πάσῃ ψυχῇ εὐσεβείας γεμούσῃ καὶ πίστεως, ὅτι κἂν διαβαίνῃς φησὶ διὰ πυρός, μετὰ σοῦ εἰμι, καὶ φλὸξ οὐ κατακαύσει σε. Καὶ ἦν ἰδεῖν τὴν ἐπαγγελίαν δι’ ἔργων προχωροῦσαν. Οὐ γὰρ ἥψατο τῶν μελῶν τῶν ἁγίων τὸ πῦρ· οὐκ ἔφλεξεν ὀφθαλμούς, τοὺς ὀρθῶς βλέποντας πρὸς εὐσέβειαν, καὶ διὰ τῆς εὐκοσμίας τῶν ὁρωμένων τὸν κοσμοποιὸν ἐπιγνόντας· οὐκ ἠδίκησεν ἀκοὰς τὰς θείου νόμου πεπληρωμένας· οὐ προσῆλθε τῷ στόματι οὐδὲ τῶν χειλέων ἥψατο, τὰς ὑμνῳδοὺς αὐτῶν καὶ ὑμνογράφους γλώσσας δυσωπούμενον. Ἕκαστον τῶν ἁγίων μέλος εἶχε τὸ ἑαυτοῦ φυλακτήριον· αἱ χεῖρες τὴν τῶν εὐχῶν ἔκστασιν καὶ τὴν τῆς ἐλεημοσύνης μετάδοσιν· τὰ στήθη τὴν ἐνοικοῦσαν αὐτοῖς δύναμιν τῆς εὐσεβείας· κοιλία καὶ τὰ ὑπογάστρια μέλη τὴν τῆς σωφροσύνης ἄσκησιν· οἱ πόδες τὸν τῆς ἀρετῆς δρόμον. Καὶ τί δεῖ τὰ καθ’ ἕκαστον λέγοντα διατρίβειν; Οὐδὲ γὰρ τριχῶν κατετόλμησε τὸ πῦρ διὰ τὸ μᾶλλον αὐτὰς εὐσεβείᾳ κεκαλύφθαι τιάρας· ἐφείσατο δὲ ἄρα καὶ τῆς ἐσθῆτος διὰ τὴν τῶν ἁγίων εὐσχημοσύνην. Τί οὖν; Ἐπὶ τούτοις παρακελεύεται ὁ θεὸς τῶν Χαλδαίων ἐπιλαβέσθαι τὸ πῦρ καὶ ἵνα μὴ μαγείαν νομίσαντες ἀμαυροῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν ἀμβλύνωσι τὴν δόξαν τῶν μαρτύρων καὶ συκοφαντήσωσι τὸ θαῦμα τῆς ἀληθείας, διὰ τοῦτο οἱ μὲν ἔνδον ἠρέμουν, τὸ δὲ πῦρ ἔξω τοὺς Χαλδαίους προσενέμετο, ἵνα ἀσφαλῶς πείσῃ τοὺς ὁρῶντας, ὅτι ἐπὶ τῶν ἁγίων οὐ τὴν ἑαυτοῦ φύσιν ἠγνόησεν, ἀλλὰ τὴν εὐσέβειαν ἐτίμησεν· ὥσπερ οἱ λέοντες ἐπὶ τοῦ λάκκου τὸν Δανιήλ. Οὕτως ἐντεῦθεν ἀγγελικὴν χορείαν ἀληθῶς συνεστήσαντο καὶ τὸν θεὸν ὕμνουν οἱ τρισμακάριοι παῖδες καὶ πᾶσαν τὴν κτίσιν, τήν τε ὑπερκόσμιον καὶ τὴν ἐν ὀφθαλμοῖς θεωρουμένην, εἰς ἕνα χορὸν ὑμνῳδίας συνήγαγον.