Ancient Greek · ~24 min
Section 3
Severianus Gabalensis, De tribus pueris sermo 3.1
Not analysed yet
Ἀναγκαῖον δὲ μηδ’ ἐκεῖνο παραλιπεῖν ἀνεξέταστον, τίνος ἕνεκεν μὴ πᾶσαν ὁμοίως ἐμήνυσαν τὴν κτίσιν, ἀλλὰ κατὰ μέρος ἐξέθεντο τὴν δημιουργίαν. Ἤρκει γοῦν εἰπεῖν ὅσον εἰς ἀλήθειαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν θεόν. ἀλλ’ ἐπειδὴ ἐν χώρᾳ τῶν ἀσεβῶν τὸ μέγα τοῦτο θέατρον τῆς εὐσεβείας συνεκροτεῖτο, ἔδει παιδευθῆναι τοὺς Βαβυλωνίους, τίνα μέν εἰσι τὰ ποιήματα, τίς δὲ ὁ ποιητὴς τῶν ἁπάντων. Καὶ ἄρχονται μὲν ἀπὸ ἀγγέλων, καταλήγουσι δὲ εἰς ἀνθρώπους. Ἐνομίσθησαν ἄγγελοι θεοί· καὶ παρ’ Ἕλλησι μυθεύεται, ὅτι τούτους φησὶν οὓς προσκυνοῦμεν θεούς, ἄγγελοί εἰσι τοῦ μεγάλου θεοῦ. Ἵνα γὰρ παιδευθῶσιν οἱ ἄφρονες ὅτι οὐ τῶν προσκυνουμένων ἀλλὰ τῶν προσκυνούντων εἰσὶν οἱ ἄγγελοι, διὰ τοῦτο βοῶσιν· Εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον. Προσεκυνήθη ἥλιος καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορός. Διὰ τοῦτο καὶ τούτους παραλαμβάνουσιν εἰς τὴν τῶν ὕμνων προσκύνησιν. Εὐλογεῖτε, φησίν, ἥλιος καὶ σελήνη· εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον. Εἶτα μετὰ ταῦτα· Πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον . Τί οὖν βούλεται τὸ Πᾶς ὄμβρος καὶ δρόσος καὶ πάντα τὰ πνεύματα, καλὸν ἂν εἴη σκοπῆσαι. Γίνονται πολλάκις ἀνομβρίαι καὶ πνευμάτων βίαι ἄκαιροι· φιλοῦσι δὲ ἀεὶ οἱ τοῦ ψεύδους εὑρεταὶ καὶ τῇ ματαιότητι χαίροντες ὕλῃ τινὶ καὶ κακίᾳ ἀταξίας πάντα ἐπιγράφειν, οὐκ εἰδότες ὅτι οὐδὲν ἀδέσποτον, οὐδὲ ματαίως γεγενημένον, ἀλλ’ ὅτι ταῦτα πάντα οἰκονομεῖ ὁ θεός, καὶ πρὸς παιδείαν ἀνθρώπων καὶ πρὸς ἀποφυγὴν ἀσεβείας. Ἡ μὲν γὰρ εὐταξία τῶν ποιημάτων τὸν δημιουργὸν εἴωθε κηρύττειν, ἡ δὲ ἀταξία τὴν προσκύνησιν τῶν κτισμάτων ἀπαιτεῖ. Εἰ γὰρ ἦν θεῖόν τι καὶ σεβάσμιον ὁ ὄμβρος, ἢ τὰ πνεύματα, οὐκ ἂν ἠτάκτουν· τὸ γὰρ θεῖον ἀταξίαν οὐκ ἐπιδέχεται. Διὰ τοῦτο λέγουσι· Πᾶς ὄμβρος καὶ δρόσος καὶ πάντα τὰ πνεύματα τὸν κύριον. Προσεκυνήθησαν καὶ ὄμβροι καὶ ἄνεμοι, οἱ μὲν ὡς τροφεῖς, οἱ δὲ ὡς γεωργοὶ τῆς γῆς τῶν καρπῶν· προσεκυνήθη δὲ ἡ γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν, τὴν μὲν ἄμπελον εἰπόντες δῶρον Διονύσου, τὴν δὲ ἐλαίαν τῆς Ἀθηνᾶς, καὶ ἄλλῳ ἄλλοι καρποί. Καὶ τοῦτο ὁ αὐτὸς λόγος τῆς ἀληθείας ἀσφαλιζόμενός φησιν, Εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον. Αὐτὸς γάρ ἐστι πάντων τῶν φυέντων καὶ τῶν φυομένων δημιουργὸς καὶ δεσπότης. Εἶτα μετὰ τοῦτο ὄρη καὶ βουνοί . Ἆρ’ οὖν ἐκτός εἰσι τὰ ὄρη καὶ οἱ βουνοί; Οὐδαμῶς. Ἀλλ’ ἐπειδὴ ἐν τοῖς βουνοῖς τὰ τῶν δαιμόνων μιαρὰ κατεσκεύαστο κἀκεῖ τὰ ἀγάλματα προσεκυνεῖτο, διὰ τοῦτό φησιν· Εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον. Ἀλλ’ ὅμως μνημονεύσας τῶν βουνῶν, μέμνηται καὶ τῶν πηγῶν καὶ ποταμῶν καὶ θαλάσσης. Καὶ γὰρ καὶ αὐταὶ ἐθεοποιήθησαν· καὶ Νύμφας ἐκάλεσαν τὰς πηγάς, Ποσειδῶνα τὴν θάλασσαν, Σειρῆνάς τινας καὶ Νηρηΐδας. Ὅτι δὲ καὶ ποταμοὶ προσεκυνήθησαν, μαρτυρεῖ τὰ ἐν Αἰγύπτῳ μέχρι τῆς δεῦρο· ἔθυον τῇ ἀναβάσει τοῦ Νείλου, οὐ θεὸν αὐτὸν ἐπὶ τῇ φύσει θαυμάζοντες, ἀλλ’ αὐτὸ τὸ ὕδωρ ὡς θεὸν θεραπεύοντες. Διὰ τοῦτο καὶ ποταμοὺς καὶ πηγὰς καὶ θάλασσαν εἰς τὴν ὑμνῳδίαν καλοῦσιν. Εἶτα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ κτήνη · Οὐδὲ γὰρ ταῦτα θεοποιίας ἐκτός. Καὶ γὰρ ἀετὸς προσεκυνεῖτο, καὶ ἱέραξ· καὶ τὰ θηρία καὶ τὰ κτήνη καὶ τῇ τῶν θεῶν προσηγορίᾳ τετιμήκασιν Αἰγύπτιοι· καὶ τοσοῦτον ἴσχυσεν ἡ πλάνη, ὅτι καὶ ἀπὸ τῶν προσκυνουμένων ζῴων καὶ τὰς πόλεις ὠνόμασαν· καὶ λέγεται παρ’ αὐτοῖς κυνῶν καὶ προβάτων καὶ λύκων καὶ λεόντων. Ἀλλὰ μετὰ ταῦτα πάντα παράγεται λοιπὸν τὸ ἀνθρώπινον γένος. Εὐλογεῖτε, φησίν, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον. Τελευταῖον τάσσεται τὸ ἀνθρώπινον γένος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν δημιουργίαν. Εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον. Ὅπερ ἦν τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἐξαίρετον γένος, τοῦτο τοίνυν παράγει καὶ τὸ τηνικαῦτα ἐν τῷ ἔθνει πολλὰς ἐκτίθεται διαφοράς καὶ παράγει τοὺς ἱερέας τοῦ κυρίου εἰς ἔλεγχον τῶν ἱερέων τῶν ψευδωνύμων θεῶν. Εἶτά φησι· Δοῦλοι κυρίου . Εἶτα ἵνα μὴ δόξωσιν οἱ προελθόντες ταύτης τῆς χορείας ἀλλότριοι εἶναι, μετὰ τῶν ζώντων αὐτοὺς ἀριθμοῦσι παρὰ τῷ Θεῷ, λέγοντες· Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ τῶν δικαίων, τὸν κύριον· εἶτα ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον . Διὰ τί ὁσίων καὶ ταπεινῶν μέμνηται; Ἵνα δείξῃ, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάττεται, τοῖς δὲ ταπεινοῖς χάριν δίδωσι, τοὺς ἀλαζόνας ἔξω τῆς καμίνου κατέφλεγε, τοὺς ὁσίους καὶ ταπεινοὺς ἐν μέσῳ τοῦ πυρὸς διεφύλαξεν . Διὸ καὶ συνεχόρευσε τοῖς ἁγίοις τὸ πῦρ· μετὰ γὰρ πάντων καὶ αὐτὸ ὑμνεῖν προσετάχθη τὸν δημιουργόν· Εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ἵνα παιδεύωνται οἱ Βαβυλώνιοι μάγοι, παρ’ οἷς τιμᾶται τὸ πῦρ, ὅτι τοῦτο οὐκ ἔστι τῶν προσκυνουμένων, ἀλλὰ τῶν προσκυνούντων. Ἀλλ’ ὅμως ἐπὶ τὸ τελευταῖον ἐλθόντες καταπαύσωμεν τὸν λόγον. Εὐλογεῖτε, φησίν, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον. Τίς ἦν χρεία τοσούτων ταγμάτων ἠριθμημένων τῷ τελευταίῳ αὐτοὺς ὀνόματι προστεθῆναι; αὐτοὶ γὰρ οὐκ ἦσαν ἐν τοῖς υἱοῖς Ἰσραὴλ εὐλογήσαντες; αὐτοὶ οὐκ ἦσαν τοῖς δούλοις τοῦ κυρίου συνηριθμημένοι, ὅτε ἔλεγον· Εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον ; ἢ ὅτε ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, οὐ ἐν τοῖς ὁσίοις ἠριθμημένοι; Τί οὖν βούλεται τὸ ἐκ προσθήκης εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον ; Ἀλλ’ ἐπειδὴ ὑπερφυὲς ἦν θαῦμα, ἐπειδὴ παρὰ φύσιν ἀνθρωπίνην –Ἐν σώματι γὰρ τὴν κάμινον εἰσελθόντες κατεπάτησαν. –,ἵνα μή τις τῶν πεπλανημένων διὰ τὸ ξένον τοῦ θαύματος θεοὺς αὐτοὺς προσειπεῖν τολμήσειε, καὶ προσκυνεῖν οὕτω μᾶλλον δικαίως, ἢ τὸ πῦρ, τοὺς τοῦ πυρὸς περιγεγονότας, ἵνα μηδὲν τοιοῦτο πάθωσιν οἱ βλέποντες, διὰ τοῦτο μηνύουσι τὴν ἑαυτῶν δουλείαν, καὶ ὁμολογοῦσι τὴν προσκύνησιν, λέγοντες· Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον. Λέγεται δέ, ὅτι τὸν Δανιὴλ ὁ θεὸς διὰ τοῦτο οὐ συνεχώρησεν εἰς τὸ μαρτύριον τοῦτο παραληφθῆναι. Ἐπειδὴ γὰρ τὸ ὄναρ τοῦ βασιλέως ἡρμήνευσε, καὶ ὡς θεὸς ὑπ’ αὐτοῦ τοῦ βασιλέως προσεκυνήθη καὶ ἐκλήθη Βαλτασὰρ τῷ ὀνόματι τοῦ θεοῦ τοῦ παρὰ Πέρσαις, ἵνα μὴ νομισθῇ διὰ τὸ ἐνεγκάμενον αὐτῷ ὄνομα τοῦ Βαλτασὰρ πεπαῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, οἰκονομεῖ θεὸς μὴ προαχθῆναι τὸν Δανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ τῆς εὐσεβείας τὸ θαῦμα. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. εἴη δ’ ἡμᾶς, εὐχαῖς καὶ πρεσβείαις τῶν μαρτυρησάντων, τὸν αὐτὸν ζῆλον ἀναλαβόντας, τῶν αὐτῶν ἐπαίνων ἀξιωθῆναι, καὶ τῆς αὐτῆς βασιλείας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.