Ancient Greek
Section 11
Severianus Gabalensis, Homilia de pace 11
Not analysed yet
Καὶ νῦν παραμυθείσθω τὰ ἀρχαῖα τὴν νέαν ὑπόθεσιν. Εἰ μεταξὺ Παύλου καὶ Βαρνάβα μικροψυχία, τί θαυμαστόν εἰ μεταξὺ ἡμῶν; Ἀλλ’ ὥσπερ τότε ὁ ἐν μέσῳ Μάρκος καὶ ἐπιστροφῆς ἐπειράθη καὶ φιλανθρωπίας ἠξιώθη, καὶ νῦν οἱ ἐν μέσῳ δεχθήτωσαν. Ἵλεω τὸν θεὸν ἐχέτωσαν. Χριστὸς πᾶσι συγχωρήσει, κἀμὲ μεθ’ ὑμῶν ἐλεήσει. Καὶ παρακαλέσωμεν τὸν κοινὸν πατέρα σφραγίσαι ἡμῖν τὸν τῆς εἰρήνης λόγον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.