Ancient Greek
Section 9
Severianus Gabalensis, Homilia de pace 9
Not analysed yet
Εὐχαριστήσωμεν τῷ Χριστῷ, τῷ καταστείλαντι τὸν κονιορτὸν καὶ ἐπιρράναντι ῥανίδα εἰρήνης καὶ δικαιοσύνης. Ὥσπερ γὰρ κονιορτὸν καταστέλλουσι ῥανίδες, οὕτω καὶ μικροψυχίαν καὶ ἀκηδίαν καταστέλλουσι ῥανίδες δικαιοσύνης. Ὅθεν καὶ ὁ μακάριος Ἡσαΐας ἐπηύχετο λέγων· Εὐφράνθητι ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Μηδένα τὰ προλαβόντα θορυβείτω. Ἐν ἡμέρα ἀγαθῇ ἀμνησία κακῶν. Μή τις ταραττέσθω, μή τις λεγέτω· Ἐχρῆν ἐν ἱερεῦσι Χριστοῦ εἶναι μικρυψυχίαν; Μὴ γὰρ ἔξω γεγόναμεν τοῦ εἶναι ἄνθρωποι; Οὐ πολλάκις ἀκούοντες ὑποσυρόμεθα; Ἔχεις εἰκόνα δυναμένην σε παραμυθήσασθαι. Οὐ τοὺς ἁγίους ὑβρίζω, μὴ γένοιτο, ἀλλ’ ἐξ ἐκείνων τὰ πάθη δεικνύω.