Ancient Greek
Section 20
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 20
Not analysed yet
Πρόσεχε παρακαλῶ. Παρήγγειλε, φησίν, αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Μετὰ γὰρ τεσσαράκοντα ἡμέρας, δέκα ἦσαν ἡμέραι ἕως τῆς Πεντηκοστῆς, ἐν ᾗ ἐπέφανε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐβάπτισε τοὺς ἀποστόλους, οὐχ ὕδατι, ἀλλὰ πυρί. Ὧδε λύεται τὸ ζήτημα τὸ παρὰ πολλῶν ζητούμενον. Ἐζήτησαν γὰρ πολλοί, εἰ πρὸ τοῦ πάθους τοῦ Σωτῆρος βεβαπτισμένοι ἦσαν οἱ ἀπόστολοι τῷ βαπτίσματι τῷ εὐαγγελικῷ. Ἡμεῖς δὲ οὔτε ἀποφαινόμεθα, οὔτε λογισμοῖς ἐγχειρίζομεν ἀνθρωπίνοις τοσαύτην δικαιολογίαν, ἀλλὰ τοῖς γεγραμμένοις στοιχοῦμεν. Εὑρίσκομεν τοὺς ἀποστόλους λαβόντας βάπτισμα πρὸ τοῦ πάθους τοῦ Χριστοῦ, τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὁ Σωτὴρ δὲ πρὸ τοῦ πάθους οὐ δίδωσι βάπτισμα ἄλλο, ἵνα μὴ λύσῃ τὸ Ἰωάννου κήρυγμα, καὶ δώσῃ ἀφορμὴν τοῖς ἀντιλέγουσιν Ἰουδαίοις, ὅτι πρὸς ὕβριν τοῦ Βαπτιστοῦ Ἰωάννου, ἐπεισήγαγεν ἄλλο ἴδιον βάπτισμα· ἀλλ’ ἐᾷ αὐτοὺς ἔχειν τὸν ἀρραβῶνα τοῦ ὕδατος, τηρῶν αὐτοῖς τὴν χάριν τοῦ Πνεύματος. Διὰ τοῦτο ὡς μηδέπω λαβοῦσι Πνεῦμα λέγει· Λάβετε Πνεῦμα ἅγιον. Μετὰ τὴν ἀνάστασιν καί φησιν· Ἀπέλθετε εἰς Ἱεροσόλυμα, καὶ ἀναμείνατε τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου, ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· οὐκέτι ὕδατι, ἔλαβον γάρ, ἀλλὰ Πνεύματι ἁγίῳ. Οὐκ ἐπεισάγει ὕδωρ τῷ ὕδατι, ἀλλ’ ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ.