Ancient Greek
Section 21
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 21
Not analysed yet
Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας· ἀντὶ τοῦ, μετὰ δέκα. Τίς οὖν χρεία τῶν διαλειμμάτων; Τίς; Αἱ δέκα ἡμέραι αἱ μεταξύ. Ἐγγυμνάζων τὴν πίστιν τῶν ἀποστόλων. Ἡσυχαζούσης γὰρ τῆς χάριτος, καὶ μηδενὸς φαινομένου, ἐγυμνάζετο αὐτῶν ἡ πίστις, εἰ ἐκδέχονται ὡς ἀψευδῆ τὸν ἐπαγγειλάμενον. Ἐπηγγείλατο καὶ εἶπεν· Οὐ μετὰ πολλὰς ἡμέρας. Οὐ μὴν ὡρίσατο τὰς ἡμέρας, ἀλλ’ oὐ μετὰ πολλὰς ἡμέρας. Οὐ πάντα ἐπιτρέπει ἡμῖν εἰδέναι, ἀλλὰ δείκνυσιν ἔχειν μέτρα Δεσποτικῆς τάξεως. Ἃ ἀκούεις, διδάσκου· ἃ μὴ μανθάνῃς, μὴ περιεργάζου.