Ancient Greek
Section 24
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 24.1
Not analysed yet
Εἶτα λοιπὸν τὸ λίχνον τῆς ἀνθρωπίνης φύσεως καὶ πολυπραγμόσυνον· ἐπειδὴ ἴδιον τῶν ἀνθρώπων ἐρωτᾷν· Πότε ἡ συντέλεια; Πότε ἔρχεται ὁ Χριστός; Μετὰ πόσα ἔτη τὸ τέλος; Πότε ἡ βασιλεία αὐτοῦ φαίνεται; Οἱ ἀπόστολοι τὸ ἀνθρώπινον πάθος γυμνάζουσι, καὶ ἄρχονται ζητεῖν παρὰ τοῦ Σωτῆρος· Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτόν, λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Ἐπειδὴ ἔλεγεν αὐτοῖς· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, λέγουσιν· Εἰ ἐν τῷ χρόνῳ τούτῳ; Ἐβούλοντο μαθεῖν εἰ τότε ἐγγύς ἐστιν ἡ προσδοκία, εἰ βραδύνει ἡ σωτηρία. Εἶτα ὁ Σωτήρ· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τοῖς ἀποστόλοις οὐδὲ χρόνοι ἐπετράπησαν εἰς ἔρευναν, καὶ αἱρετικοῖς ἐπετράπη τὴν οὐσίαν τὴν ὑπερχρόνιον, τὴν φύσιν τὴν αἰώνιον ἐρευνᾷν; Ὅταν οὖν τις αἱρετικὸς συζητῇ τὰ τοιαῦτα, καὶ λέγῃ· Πῶς ἐγέννησεν ὁ Πατήρ; Τίς ὁ τῆς θείας γεννήσεως τρόπος; σὺ ἀντίστρεψον αὐτῷ τὴν Δεσποτικὴν φωνήν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Οὐχ ὑμῶν ἐστι γνῶναι Θεοῦ γέννησιν καὶ οὐσίαν· οὐ μόνον οὐχ ὑμῶν, ἀλλ’ οὐδὲ ἀγγέλων, οὐκ ἀρχαγγέλων, οὐ πάσης τινός κτιστῆς δυνάμεως. Ἀλλὰ τίνος ἐστὶ γνῶναι; Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, οὐδὲ τὸν Υἱόν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὰ βάθη τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς. Οὐκ αἰδῇ τὸ μέτρον τῶν ἀποστόλων; Οἱ συναλισθέντες, οἷς ἐφάνη, οἱ φωτισθέντες παρ’ αὐτοῦ, οὐκ ἐπιτρέπονται εἰδέναι, ἀλλὰ διδάσκονται μὴ ὑπερβαίνειν μέτρα, καὶ ἤκουσαν· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς· καὶ σὺ ἐρευνᾷς; Ἀλλ’ ὁ Δανιὴλ ἔμαθε καὶ χρόνους καὶ καιροὺς καὶ μέτρα. Ἑβδομήκοντα γάρ, φησίν, ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου. Ἀπὸ λόγου ἡμερῶν ἐξόδου, τοῦ οἰκοδομηθῆναι τὸν ναόν· ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ μία. Ἰδοὺ ἐνεδέχετο μαθεῖν χρόνους· ἀλλ’ ἀπὸ τῶν χρόνων ἐπιστομίζει τὴν τόλμαν, ἵνα μάθωσιν οἱ ἄνθρωποι ὅτι εἰ περὶ χρόνων οὐκ ἐπιτρέπονται μαθεῖν, πολλῷ μᾶλλον περὶ τῆς θείας γεννήσεως οὐκ ὀφείλουσιν ἐρευνᾷν; Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ὁ οὖν Υἱὸς οὐκ ἔθετο, ἀλλ’ ἐν τῇ ἐξουσίᾳ τοῦ Πατρὸς αἰῶνες καὶ χρόνοι, καὶ ὁ Υἱὸς οὐδὲν ἔχει κοινόν; Εἰ οὐδὲν ἔχει κοινὸν ὁ Υἱὸς εἰς τοὺς χρόνους καὶ τοὺς καιροὺς καὶ τοὺς αἰῶνας, ψεύδεται Παῦλος λέγων· Ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Εἰ τῶν αἰώνων ποιητὴς ὁ Υἱὸς, καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ Υἱοῦ· καὶ τοῦτό ἐστιν ὃ λέγει Παῦλος· Ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἐξουσίαν ἄρα καλεῖ τοῦ Πατρὸς τὸν Υἱόν, ὥσπερ καὶ δύναμιν καὶ σοφίαν. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιρούς, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς. Λήψεσθε δύναμιν οὐκ εἰς τὸ πολυπραγμονεῖν χρόνους καὶ καιρούς, ἀλλ’ εἰς τὸ πιστεύειν τῷ Δεσπότῃ.