Ancient Greek
Section 23
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 23
Not analysed yet
Ἦσαν οὖν βεβαπτισμένοι πρὸ τοῦ πάθους οἱ ἀπόστολοι ὕδατι, καὶ λελουμένοι· ἦν δὲ τὸ λουτρὸν ἐκεῖνο εἰς ἄφεσιν ἁμαρτιῶν, ἀλλ’ οὐ μετοχὴ Πνεύματος ἁγίου. Ἦλθε γάρ, φησίν, Ἰωάννης κηρύττων ἐν τῇ ἐρήμῳ, βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ὅτι τοῦτο εἶχον οἱ ἀπόστολοι, πόθεν εἰσόμεθα; Δείξωμεν τοῦτο. Οὐδὲ γὰρ εἶπεν ὅτι Ἰωάννης ἐβάπτισεν ὑμᾶς ὕδατι, ἀλλ’ ἐβάπτισεν. Οὔπω δῆλον εἰ τοὺς ἀποστόλους ἐβάπτισε. Πόθεν οὖν τοῦτο δῆλον; Ὅτε ἀντέλεγε Πέτρος λέγων· Κύριε, οὐ μή μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα· ὁ Σωτὴρ ἔλεγεν· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Ἀπεκρίθη ὁ Πέτρος· Κύριε, μὴ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Ἀπεκρίθη ὁ Σωτήρ· Ὁ λελουμένος οὐ χρείαν ἔχει νίψασθαι ἢ τοὺς πόδας μόνον. Ὁρᾷς πῶς ἐκύρωσε τὸ λουτρόν; Ὅπου μὲν γὰρ οὐκ ὠνομάσθη Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, βάπτισμα μετανοίας μόνον ἐστίν· ὅπου δὲ ὠνομάσθη, βάπτισμα υἱοθεσίας. Ὁ Σωτὴρ οὐκ ἠθέτησε τὸ τῆς μετανοίας, ἀλλ’ ἀνεπλήρωσε, καὶ προσέθηκε τὸ τοῦ ἁγίου Πνεύματος τῷ ἐν Τριάδι. Οἱ δὲ αἱρετικοὶ βάπτισμα Τριάδι κυρωθὲν ἠθέτησαν, ὅσον τὸ παρ’ αὐτοῖς. Οὐκ ᾐδέσθησαν τὴν Δεσποτικὴν φωνήν· Ὁ λελουμένος οὐ χρείαν ἔχει νίψασθαι ἢ τοὺς πόδας μόνον. Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.