Ancient Greek
Section 26
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 26
Not analysed yet
Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη. Βλεπόντων· ἠδύνατο μὲν γὰρ μὴ φανερῶς ἀνελθεῖν, ἀλλ’ ὥσπερ τῆς ἀναστάσεως ἔσχε μάρτυρας τοὺς ὀφθαλμοὺς τῶν μαθητῶν, οὕτως αὐτοὺς αὐτόπτας ποιεῖ καὶ τῆς ἀναλήψεως. Ὁ δὲ Λουκᾶς οὗτος ὁ συγγραφεὺς τοῦ εὐαγγελίου προσέθηκε· Καὶ ταῦτα εἰπών, ἐξήγαγεν αὐτοὺς ἔξω εἰς Βηθανίαν, ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν, ὅθεν καὶ τὸν Λάζαρον ἤγειρεν. Ἐκεῖθεν γὰρ ἀνελήφθη ὅπου τὴν ζωοποιὸν ἐποίησε δύναμιν. Ἅπαξ γὰρ ἔφθημεν εἰπόντες ὅτι ὁ Σωτὴρ ἄλλα δι’ ἄλλων πραγματεύεται· ἐπιλέγεται τόπον τῇ ἀναλήψει ἐγγίζοντα τῇ ἀναστάσει Λαζάρου, ἵνα ἡ ἐγγύτης τοῦ τόπου εἰς ὑπόμνησιν ἐνέγκῃ τοὺς μαθητὰς ὅτι, Μὴ θαυμάζητε εἰ ζῇ καὶ ἀνέρχεται ζῶν ὁ ἄλλοις ζωὴν χαρισάμενος. Λέγει οὖν ὅτι ἐξήγαγεν αὐτοὺς ἕως Βηθανίας, καὶ εἶπεν αὐτοῖς· καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους.