Ancient Greek
Section 27
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 27
Not analysed yet
Μάθε τὴν ταυτότητα τῆς δυνάμεως· ὁ πιστὸς ἐνδύεται Χριστὸν καὶ ἐνδύεται Πνεῦμα ἅγιον. Εἰ ἀλλότριον τοῦτο ἐκείνου, πῶς ὑβρίζεται ἔνδυμα βασιλικόν, ἐπιτιθέμενον τινί οὐκ ὄντι βασιλεῖ; Καὶ οὐδεὶς ἐπάνω πορφύρας ἐνδύεται ἔνδυμα κοινόν· ὑβρίζεται γὰρ τῆς βασιλείας τὸ ἀξίωμα. Οἱ οὖν πιστοὶ ἐνδύονται Χριστόν· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Θεός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὁ δὲ Χριστὸς θεός ἐστιν. Πῶς οὖν πάλιν λέγει· Ἐνδύσασθε Πνεῦμα ἅγιον, εἰ μὴ Θεὸς τὸ Πνεῦμα ἦν, Θεὸς δὲ καὶ ὁ υἱός; Λέγω δὲ ταῦτα πρὸς τοὺς ἀπὸ Μακεδονίου, τοὺς σκάζοντας περὶ τὸ Πνεῦμα. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα, εἰ μὴ θεϊκὴ χάρις ἐστίν, οἱ θεϊκὸν ἔνδυμα τὸν Χριστὸν ἐνδυσάμενοι πῶς ἰδιωτικὸν ἔνδυμα ἐπενδύονται; Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μείνατε εἰς Ἱερουσαλὴμ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ποίαν δύναμιν; Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς. Ἔνδυμα δὲ λέγεται χιτών. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῶν πιστῶν ἔνδυμα· οὐχ ὡς ἱμάτιον, ἀλλ’ ὡς ἐνδύεται ὁ σίδηρος τὸ πῦρ· οὐκ ἔξωθεν περιβαλλόμενος, ἀλλ’ ὅλος δι’ ὅλου ἀνακιρνώμενος. Οὕτως ἐνδύονται οἱ πιστοὶ τὸν Χριστόν· οὐχ ὡς ἱμάτιον ἔξωθεν περικείμενον, ἀλλὰ καὶ τὴν καρδίαν πληροῦντα καὶ ἀκοὰς φωτίζοντα καὶ λογισμοὺς καταστέλλοντα καὶ πρόσωπον χάριτος πληροῦντα. Εἰ μὴ γὰρ ἔξωθεν ἐπέλαμπεν ἡ χάρις τοῦ Χριστοῦ, πόθεν ἀτενίσαντες εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου; Λέγει τοίνυν· Καθίσατε ἐν τῇ πόλει ταύτῃ ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ ἔσεσθέ μοι μάρτυρες.