Ancient Greek
Section 29
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 29
Not analysed yet
Δεικνὺς οὖν ὁ Σωτὴρ τοὺς τύπους, ἁπλοῖ τὰς χεῖρας ὁμοῦ καὶ εὐλογεῖ, ἕως ἐσχάτης ἀναλήψεως τοὺς τύπους δεικνύς, ὅπως ἐν ταὐτῷ καὶ τὴν εὐλογίαν πληρώσῃ, καὶ τὸ πάθος δείξῃ· ὅτι τὸ παθὸν αὐτὸ καὶ σταυρωθὲν καὶ ἡλωθέν, τοῦτο ἀναλαμβάνεται. Πρόσεχε. Ἔμειναν δὲ οἱ τύποι ὥσπερ οὐλαὶ φαινόμεναι, λαμπρότητα στίλβουσαι· καὶ αὗται αἱ οὐλαὶ οὐκ ἀφανίζονται ἕως ἐσχάτης παρουσίας. Ὥσπερ γὰρ ἐπληροφόρησε τοὺς μαθητάς, ὅτι ἀποθανὼν ἀνέστη· οὕτω δεῖ πληροφορηθῆναι καὶ Ἰουδαίους τοὺς σταυρώσαντας, ὅτι ὃν ὕβρισαν, αὐτὸς βασιλεύει, καὶ πεπλήρωται τὸ τοῦ προφήτου λόγιον· Ὄψονται εἰς ὂν ἐξεκέντησαν· καὶ τότε ὄψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, τῶν Ἰουδαίων οὐχὶ πάντων. Ἡ γὰρ δόξα τοῦ παθόντος ὅσον στεφανοῖ τοὺς πιστεύσαντας, τοσοῦτον καταισχύνει τοὺς ἀπιστήσαντας. Οὐκ εἶδες ἐν εἰκόσι βασιλικαῖς, ἐν ποίᾳ ὄψει παρεστήκασι τὰ τῶν δορυφόρων τάγματα, καὶ ἐν οἵᾳ ταπεινώσει ὑποτέτακται τὰ τῶν πολεμίων; Πῶς περὶ τὴν ἄνω ζώνην οἱ σύντροφοι τῆς βασιλείας, παρρησίᾳ πολλῇ παρεστήκασιν, ὡς πεπαρρησιασμένοι τῇ κοινωνίᾳ τῆς δόξης· οἱ δὲ πολέμου νόμῳ καταληφθέντες δέσμιοι, ὑπὸ τοὺς πόδας κείμενοι ἐν αὐτῇ τῇ εἰκόνι· οἱ μὲν παρ’ αὐτόν, οἱ δὲ ὑπ’ αὐτόν; Οὕτως ὅταν φανῇ ὁ πάντων Δεσπότης ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐν σαρκί, καὶ δείξῃ τοὺς τύπους τῶν ἥλων καὶ τὰ τραύματα ἐκεῖνα λάμποντα τὴν ἀθανασίαν, παραστήσει μὲν ἑαυτῷ τοὺς ἁγίους ὥσπερ συντρόφους τινὰς τῆς βασιλείας, καὶ ταῖς ζώναις ταῖς βασιλικαῖς λάμποντας, τῷ θρόνῳ τῆς βασιλείας παρεστῶτας· καὶ πάντας τοὺς ἐναντιωθέντας τῷ σταυρῷ, Ἰουδαίους τε καὶ Ἕλληνας, καὶ αἱρετικοὺς τοὺς κατά τῆς θεότητος μανέντας, τοὺς μὲν δεσμίους παραστήσει, τοὺς δέ σταυρώσει. Οὐκ εἶδες βαρβάρων πλήθη, τὰ μὲν δεδεμένα, τὰ δὲ ἐσφαγμένα; Τοῦτο γίνεται καὶ ἐπὶ τοῦ Χριστοῦ· δεθήσονται πάντες οἱ ἀντιλέγοντες καθὼς γέγραπται· Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς· τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Εἶτα τούτων οὕτως γινομένων, τί ἔσται; Δόξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὅτι μὲν οὖν δεθήσονται, ὡμολόγηται· ὅτι δὲ καὶ σφαγήσονται, ποῦ; Σφαγὴν δὲ λέγω, οὐ τὴν δι’ αἵματος, ἀλλὰ τὴν ἐν τῇ κρίσει τιμωρίαν.