Ancient Greek
Section 30
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 30
Not analysed yet
Πάλιν ἡ γραφὴ μνημονεύει λέγουσα· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν. Ἀπὸ γῆς εἰς οὐρανόν. Οὐκ εἶπε, λαβεῖν παρά τινος, ἀλλ’ ἑαυτῷ. Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. Ἔρχεται μετὰ τῆς βασιλείας· ἦλθε λαβὼν ἑαυτῷ τὴν βασιλείαν. Οἱ δὲ πολίται αὐτοῦ· Ἰουδαῖοι· μισοῦντες αὐτόν, ἀπέστειλαν πρεσβευτὰς λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. Ποῦ ἀπέστειλαν πρεσβευτάς; Ὅτε ἐβόησε Πιλάτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; Λέγουσιν ἐκεῖνοι· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα, παραιτούμενοι αὐτόν. Χρόνου δὲ πολλοῦ διελθόντος ὑποστρέψας ἐκεῖνος ὁ εὐγενής, ἔχων τὴν βασιλείαν, ἐκάλεσε πρῶτον τοὺς ἰδίους ὑπηρέτας οἷς ἐνεχείρισε τὰ τάλαντα καὶ λέγει· Πόσα σὺ ἐπραγματεύσω; Τίνας ὠφέλησας; Τίνας ἐδίδαξας; Τίνας ἐφώτισας; Λέγει αὐτῷ ὁ εἷς· Κύριε, ἡ μνᾶ σου ἐποίησε δέκα μνᾶς· ἐδεκαπλασίασα φησὶ τὸ κήρυγμα. Καὶ λέγει πρὸς αὐτὸν ὁ βασιλεύς· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· ἔσο ἔχων ἐξουσίαν ἐπάνω δέκα πόλεων. Λοιπὸν ὁ βασιλεὺς ἐγείρει ἄρχοντας, δέλτους διδοὺς τῆς ἀρχῆς. Εἶτα λέγει τῷ δευτέρῳ· Καὶ σὺ τί ἐποίησας; Λέγει· Κύριε, ἡ μνᾶ σου ἐποίησε πέντε μνᾶς. Λέγει αὐτῷ· Ἔσο καὶ σὺ ἐπάνω πέντε πόλεων. Οὐκ εἶπεν αὐτῷ· Διὰ τί καὶ σὺ οὐκ ἐποίησας δεκαπλασίονα; Ἀλλ’ ἑκάστου τὸν τόκον ζητεῖ καθὼς δύναται. Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Λέγει τῷ ἄλλῳ· Καὶ σὺ τί ἐποίησας; Λέγει ἐκεῖνος· Κύριε, ἴδε τὸ τάλαντόν σου· ᾔδειν ὅτι ἄνθρωπος εἶ σκληρός, θερίζων ὃ οὐκ ἔσπειρας καὶ συνάγων ὅπου οὐκ ἐσκόρπισας, καὶ ἔδησα ἐν σουδαρίῳ τὸ τάλαντον ἴδε τὸ σόν. Καὶ λέγει ὁ Δεσπότης· Ἄρατε απ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Εἶτα λέγουσιν οἱ ἄλλοι· Κύριε, ἔχει δέκα τάλαντα. Τί οὖν ἀποκρίνεται; Ἀμὴν ἀμὴν λέγω ὑμῖν· τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ’ αὐτοῦ. Διατυπώσας τὸν λόγον, τοὺς μὲν ἰδίους στεφανοῖ· τοὺς δὲ ἐχθροὺς σφάζει. Ταύτην τὴν εἰκόνα εἶπε τῶν προσκυνούντων καὶ τῶν πιπτόντων ὁ Δαυῒδ εἰπών· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· τῶν πιστευσάντων· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία. Εἰπὼν τὴν τάξιν τῶν προσκυνούντων, εἰσάγει καὶ τῶν ὑποπιπτόντων· ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν.