Ancient Greek
Section 3
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 3
Not analysed yet
Ἠρέμα δὲ προδιαλαβόντες μικρά τινα τῶν θείων ῥημάτων ἐν τοῖς ὑπαναγνωσθεῖσι σήμερον, καὶ τὰς εὐαγγελικὰς πηγὰς ἀντλήσαντες, οὕτως ἔλθωμεν ἐπὶ τὴν ἐπαγγελίαν. Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι, ἦλθεν ὁ Ἰησοῦς. Ἀφ’ οὗ ὁ Σωτὴρ τὴν ἀνάστασιν ἐπραγματεύσατο ἡμῖν, σπανίως φαίνεται, ἐν ἄλλαις ἡμέραις ἐπιφανεὶς τοῖς μαθηταῖς ἢ κατὰ τὴν ἡμέραν τῆς Κυριακῆς. Ὥσπερ γὰρ ἐν ἑκάστῳ σαββάτῳ παρέβαλλε τῇ συναγωγῇ, ἵνα πληρώσῃ τὸν νόμον· οὕτως ἀφ’ οὗ τὴν ἀνάστασιν ἐπραγματεύσατο, καὶ τὸν ἀρραβῶνα τῷ κόσμῳ ἤνεγκεν, ἐσπούδαζε τῇ ἡμέρᾳ τῆς Κυριακῆς, ἐν μιᾷ τῶν σαββάτων, ἐπιφαίνεσθαι, ἵνα πήξῃ τὸν θεμέλιον τῆς ἁγίας Κυριακῆς. Τέλος γὰρ εἶχε τὰ τῶν σαββάτων, ἀρχὴν δὲ ἐλάμβανε τὰ τῆς Δεσποτικῆς ἡμέρας, ἤγουν τῆς ἀναστάσεως, ὡς μέμνησθε τῶν πρώην εἰρημένων. Πῶς ὁ μακάριος Ματθαῖος περιγράφων τὰ σάββατα, ἀρχὴν δὲ εἰσάγων τῶν ἁγίων Κυριακῶν, ἔλεγεν· Ὀψὲ σαββάτων; Τέλος γὰρ ἦν, καὶ ὀψὲ τῶν πρώτων σαββάτων· Ἐπιφωσκούσης, εἰς μίαν σαββάτων. Ἐφάνη τοίνυν, ἀναστὰς τῇ μιᾷ τῶν σαββάτων, αὐτῇ τῇ ἡμέρᾳ τῆς ἁγίας ἑορτῆς τῆς ἀναστασίμου.