Ancient Greek
Section 4
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 4
Not analysed yet
Τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταί συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον. Ὅπου ἀκμάζει φόβος, παραγίνεται ὁ λύων τὸν φόβον· ὅπου ἀκμάζει τὰ τῆς ζάλης, ἐπιλάμπει τὰ τῆς γαλήνης· ὅπου βλέπει τὸ σκάφος χειμαζόμενον τῆς εὐσεβείας, προσφέρει τὴν κυβερνητικὴν ἐπιστήμην· τὸν μὲν χειμῶνα λύων, τὸ δὲ σκάφος εἰς γαλήνην εἰσάγων, πρὸς τὸ ἀκμάζον πάθος τοῦ φόβου τὸ φάρμακον φέρει. Ἔστη εἰς τὸ μέσον· καὶ τί φησιν; Εἰρήνη ὑμῖν. Μὴ στασιαζέτω ἡ διάνοια ὑμῶν, μὴ θορυβείσθω ὁ λογισμός, μὴ πολεμεῖσθε ταῖς ἐννοίαις τοῦ φόβου· Εἰρήνη ὑμῖν. Εἰρήνη πόλεμον ἀφανίζει, φόβον καταλύει, ἔχθραν ἐξορίζει· Εἰρήνη ὑμῖν. Ἐδόθη πολλάκις εἰρήνη παρὰ Θεοῦ τοῖς ἀνθρώποις, ἀλλ’ οὐ διὰ τοῦ προσώπου τῆς αὐθεντίας, ἀλλὰ δι’ ἀγγέλων, διὰ προφητῶν· μόνος ὁ Σωτὴρ δι’ ἑαυτοῦ φανεὶς ἔδωκεν εἰρήνην. Ἐδόθη τῷ Δανιὴλ εἰρήνη, ἀλλὰ δι’ ἀγγέλου. Ὤφθη τῷ Δανιὴλ ἄγγελος καὶ εἶπεν· Εἰρήνη σοι, ἄνερ ἐπιθυμιῶν, ἴσχυε καὶ ἀνδρίζου, ὁ Κύριος μετὰ σοῦ. Ὤφθη καὶ τῷ Γεδεὼν ἄγγελος καὶ εἶπεν· Εἰρήνη σοι. Ἄγγελοι τοίνυν ἔδωκαν εἰρήνην, οὐδέπω δὲ ὁ Δεσπότης τῶν ἀγγέλων· ἀλλὰ δι’ ἐκείνων μὲν ἔπεμπεν, ἐταμιεύετο δὲ ἐν ἑαυτῷ τὴν εἰρήνην τὴν εὐαγγελικήν. Οἱ δὲ προφῆται δεξάμενοι πολλάκις παρὰ τῶν ἀγγέλων τὴν εἰρήνην, ἐδίψων ἐξ αὐτοῦ τοῦ προσώπου τῆς αὐθεντίας δέξασθαι τὴν εἰρήνην. Διὸ ἐβόα Ἠσαΐας· Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· μὴ δι’ ἑτέρων, ἀλλὰ διὰ σαυτοῦ εἰρήνην δὸς ἡμῖν. Εἶτα πρὸς τὴν δέησιν ἡ ἀντιφώνησις· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευράν. Ὥσπερ γὰρ στρατηγὸς ἐπανελθὼν ἀπὸ πολέμου, καὶ τραύμασι νικηφόροις λάμπων, οὐκ αἰσχύνεται τοῖς τραύμασι· στεφάνων γάρ ἐστι λαμπρότερα· οὕτω καὶ ὁ Σωτήρ, τραύματα ὑπὲρ τῆς ἀληθείας ἀναδεξάμενος καὶ ὑπὲρ τοῦ κοινοῦ γένους, οὐ κρύπτει τὰ πάθη, ἀλλ’ ἐκκαλύπτει, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἀνδρείαν. Ἔδειξε τὰς χεῖρας ἐν αἷς ἦν ὁ τύπος τῶν ἥλων, ἔδειξε καὶ τὴν πλευράν· χεῖρας δι’ ὧν ἡμᾶς ἔπλασε, πλευρὰν ἐξ ἧς ἀνέβλυσεν ἡμῖν τῶν μυστηρίων τὴν πηγήν. Ἔδειξε τὰς χεῖρας, ἵνα πληροφορήσῃ τὴν ἀνάστασιν, ἵνα πληροφορήσῃ τοὺς ἀμφιβάλλοντας ὅτι ὄντως ὁ παθὼν ἀνέστη, ὅτι ὄντως τὸ ἀποθανὸν καὶ ταφὲν σῶμα ἐγήγερται. δ’. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Ἐδόθη εἰρήνη, ἐλύθη ὁ φόβος, ἤνθησεν ἡ χάρις. Εἶπεν οὖν αὐτοῖς πάλιν· Εἰρήνη ὑμῖν. Διὰ τί πάλιν; Ὅπου βούλεται πῆξαι τὰ δῶρα τῆς χάριτος, διπλασιάζει τὰς εὐλογίας· ὥσπερ ἐπὶ τοῦ Ἀβραάμ· Εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε· οὕτω δίδωσιν εἰρήνην ἐπὶ εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν.