Ancient Greek
Section 32
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 32
Not analysed yet
Ἐν τῷ οὖν εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Ταῦτα ἐν τῷ εὐαγγελίῳ, καὶ ὁ αὐτὸς δὲ ἐν ταῖς Πράξεσι λέγει· Βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Λοιπὸν οὐκέτι ὡς ἀνθρωπίνῃ σαρκὶ δουλεύει ἡ φύσις τῶν κτισμάτων, ἀλλ’ ὡς Θεῷ. Νεφέλη βαστάζει τὸν Δεσπότην, ἵνα πληρωθῇ τὸ τοῦ προφὴτου Δαυῒδ λόγιον· Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ. Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ. Οὐκέτι λαλεῖ, ἀναλαμβανομένου αὐτοῦ, ἀλλὰ πορευομένου· τῷ σχήματι γὰρ τῆς σαρκὸς ἀνελήφθη, τῇ αὐθεντίᾳ δὲ ἐπορεύετο.