Ancient Greek
Section 31
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 31
Not analysed yet
Ἔδειξε τοίνυν τοὺς τύπους τῶν ἥλων τοῖς μαθηταῖς· ἐντεῦθεν γὰρ ἡμῖν ἐξῆλθεν εἰς ταύτην τὴν ἀκολουθίαν ὁ λόγος· ὅτι μένουσιν οἱ τύποι ἄχρι τῆς παρουσίας, ἵνα καὶ οἱ ἴδιοι τότε ἰδόντες σεμνύνωνται, ὅτι καλῶς ἐπίστευσαν τῷ σταυρωθέντι, καὶ οἱ ἐχθροὶ αἰσχυνθήσονται οἱ ἀντιπίπτοντες τῷ σταυρωθέντι· περὶ ὧν λέγει Παῦλος· Πολλοὶ γὰρ περιέρχονται οὓς πολλάκις λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια.