Ancient Greek
Section 36
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 36
Not analysed yet
Ὅτι μὲν οὖν ἀνελαμβάνετο, ἐφαίνετο· τὸ δὲ πῶς ἐλεύσεται, τοῖς ἀγγέλοις πόθεν ἦν δῆλον; Ἐξ ὧν τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν ἐν τῷ προφήτῃ, ἐξ ὧν ὁ Σωτὴρ ἐπηγγείλατο. Ὅτε γὰρ ἐμαίνετο Καϊάφας καὶ εἶπεν· Ὁρκίζω σε τὸν Θεὸν τὸν ζῶντα· εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· λέγει αὐτῷ· σὺ εἶπας, καὶ ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθὴμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ἐπεῖ οὖν ἀνελήφθη ἐπὶ νεφέλης καὶ ἔρχεται ἐπὶ νεφέλης, λέγει· Ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται. Καὶ ὁρᾶτε τὸ θαυμαστὸν ἀδελφοί· ὥσπερ βασιλεὺς προερχόμενος εἰς ἔνδειξιν βασιλείας ἢ στρατοῦ, ἢ ἑτέρων τῶν πανήγυριν τελούντων βασιλικήν, οὐ μόνον ἑνὶ κέχρηται ὀχήματι, ἀλλ’ ἀκολουθεῖ καὶ ἄλλα πλείονα, κἂν μηδένα φέρῃ· οὕτως ὅταν μέλλῃ ὁ Χριστὸς ἐν τῇ βασιλείᾳ τῆς δόξης αὐτοῦ ἐπιδημεῖν, οὐ μία ἐστὶ νεφέλη βαστάζουσα αὐτόν, ἀλλὰ πολλαὶ παρέπονται. Ἐλεύσεται γὰρ ἐπὶ τῶν νεφελῶν. Ὅτε ἀνελαμβάνετο, μία ἤρκεσε, νεφέλη γὰρ αὐτὸν ὑπέλαβεν· ὅτε ἔρχεται, μετὰ πολλῶν νεφελῶν μέλλει ἔρχεσθαι. Εἰ μόνος ἔρχεται, τίς ἡ χρεία τῶν πολλῶν νεφελῶν; Πρόσεχε παρακαλῶ. Ἐνταῦθα ἀκολουθεῖ βασιλέως ὄχημα οὐδὲν βαστάζον, ἀλλ’ εἰς τιμὴν τοῦ βασιλέως μόνον· τότε δὲ τῷ Σωτῆρι ἀκολουθήσουσι νεφέλαι πολλαί, ἵνα ἁρπαγῶσιν οἱ ἅγιοι ἀπὸ τῆς γῆς μετὰ τὴν ἀνάστασιν καὶ ἀναληφθῶσιν ἐν ταῖς νεφέλαις, ἵνα κοινωνοὶ γένωνται καὶ τῆς ἀναλήψεως, καὶ ἀπαντήσαντες τῷ βασιλεῖ, μετ’ αὐτοῦ ἔλθωσιν, οὐ βαδίζοντες ἀλλὰ καθήμενοι, οὐ δορυφοροῦντες ἀλλὰ καὶ αὐτοὶ ἐπὶ νεφελῶν βασταζόμενοι. Πόθεν τοῦτο; Λέγει Παῦλος· Ὃτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι· ἔπειτα ἡμεῖς οἱ ζῶντες ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου. Αἱ δὲ νεφέλαι διὰ τοὺς ἀποστόλους, αὐτῷ γὰρ ἤρκει μία διὰ τὴν σωματικὴν ὄψιν. Ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου· ὡς ἀξιωματικοὶ βασιλεῖ ἀπαντῶντες· εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Λοιπὸν οἱ ἐν τῇ γῇ παραμένοντες τεταπεινωμένοι, οἱ ἀνάξιοι τῆς δόξης, οἱ ὑπεύθυνοι τῆς τιμωρίας διὰ τὴν ἀπιστίαν, ἄρχονται ὁρᾶν τὸν βασιλέα καὶ τοὺς ἀπαντῶντας. Εὑρίσκονται δὲ καὶ οἱ ἅγιοι ὥσπερ ἐπιδημοῦντες· ὁ γὰρ ὑπαντήσας καὶ πάλιν ὑποστρέψας, ὡς τῷ βασιλεῖ συνερχόμενος εὑρίσκεται· καὶ τοῦτο γίνεται πληρουμένου τοῦ προφητικοῦ ῥητοῦ· Ἥξει Κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. Οὕτως ἔρχονται εἰς ἀπάντησιν τοῦ Κυρίου ἐν νεφέλαις καὶ ἁρπαγήσονται. Οὗτος οὖν ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν, οὕτως ἐλεύσεται.