Ancient Greek
Section 37
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 37
Not analysed yet
Ὅρα ὅσα εἶπεν ἡ γραφή, ἵνα διὰ πάντων ἡμᾶς ἀσφαλίσηται· βλεπόντων αὐτῶν ἐπήρθη· διέστη ἀπ’ αὐτῶν, καὶ ἀνεφέρετο, καὶ νεφέλη ὑπέλαβεν αὐτόν· καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ. Ἀνελήφθη, ἐπήρθη, ἀνεφέρετο, εἰσῆλθεν· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Ἰησοῦς, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, ἐμφανισθῆναι τῷ Θεῷ. Οὐ μόνον εἰσῆλθεν, ἀλλὰ καὶ διῆλθεν. Ἔχοντες γὰρ, φησὶν ὁ Παῦλος, ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν. Ἀνῆλθεν, ἀνέβη, ἀνελήφθη, ἐπορεύετο, διῆλθε. Πρόσεχε. Ἀνέβη ὡς ἐξουσίαν ἔχων, ἵνα πληρωθῇ τὸ τοῦ προφήτου λόγιον· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἐνταῦθα ὁ προφήτης γυμνὴν φέρει φωνήν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Εἰσελεύσεται· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Ἰησοῦς, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Δύο λοιπὸν ἐγένετο· ὥσπερ ἐξενίσθη ἡ γῆ θεασαμένη περιβεβλημένον σῶμα τὸν Σωτῆρα, καὶ ὥσπερ ἔθος ἡμῖν, ὅταν ἴδωμεν ξένον πρόσωπον, λέγομεν· Τίς ἐστιν οὗτος; οὐδεὶς γὰρ περὶ γνωρίμου ἐρωτᾷ· οὕτως ἡ γῆ θεασαμένη τὸν Σωτῆρα, δύναμιν θεϊκὴν ἔχοντα, καὶ ἐπιτάσσοντα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, λέγει· Τίς ἐστιν οὗτος, ὅτι ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὥσπερ οὖν ἡ γῆ ξενιζομένη ἐβόα, Τίς ἐστιν οὗτος; οὕτως ὁ οὐρανὸς ξενιζόμενος ἐν σαρκὶ βλέπων τὴν θεότητα, λέγει· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;