Ancient Greek · ~33 min
Section 1
Severianus Gabalensis, In Chananaeam et Pharaonem 1.1
Not analysed yet
Εἰ καὶ ἐθόλωσεν ἡμᾶς ἡ κατὰ τὴν ἑσπέραν ταραχή, ἀλλ’ ηὔφρανεν ἡ πάντων σπουδή. Οὐ γὰρ ἔβλεπον εἰς τὴν τῶν θορύβων ἀνωμαλίαν, ἀλλ’ εἰς τὴν τῶν ἀκουόντων προθυμίαν· καὶ ἦν θόρυβον θεασάμενος ἀγοραῖόν τινα ὄντα καὶ δημώδη, τὴν δὲ προθυμίαν ἔνθεον καὶ ἐνάρετον· ὡς εἰπεῖν, ὅτι αἱ μὲν χεῖρες, χεῖρες Ἡσαῦ, ἡ δὲ φωνή, φωνὴ Ἰακώβ . Δημώδης μὲν γὰρ ἦν ὁ θόρυβος, ἔνθεος δὲ ὁ ζῆλος. Οὐ δεῖ δὲ ὅλως διαφέρεσθαι πρὸς τὴν κραυγὴν τῶν σπουδαζόντων, ἀλλ’ ἀποβλέπειν εἰς τὸν ζῆλον τῶν ἀκουόντων. Καί γὰρ ἡ Χαναναία κατέκραζε τοῦ σωτῆρος ,ἀλλ’ οὐκ ἔβλεπεν αὐτῆς εἰς τὸ τεθορυβημένον τῆς κραυγῆς, ἀλλ’ εἰς τὸ ἐσπουδασμένον τῆς διανοίας. Ἐβόα οὖν, ὡς ἀρτίως ἀκηκόατε, ἀκολουθοῦσα τοῖς ἴχνεσιν τοῖς δεσποτικοῖς, υἱὲ Δαυίδ, ἐλέησόν με. Ὢ τῆς τῶν ἐθνῶν πίστεως· ὢ τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης· Ἡ Χαναναία, ἡ τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ ἀπεσχοινισμένη, ἡ μήτε νόμῳ συντραφεῖσα, μήτε προφήταις συζήσασα κηρύττει τὴν ἀλήθειαν λέγουσα· Υἱὲ Δαυίδ, ἐλέησόν με · οἱ δὲ τοῦ νόμου συντραφέντες καὶ προφητῶν ἀκούσαντες, τὴν ἀλήθειαν ἀρνησάμενοι, τὸ ψεῦδος πρεσβεύουσι, λέγοντες· Οὐκ οἴδαμεν αὐτόν· Σαμαρείτης ἐστὶ καὶ δαιμόνιον ἔχει. Ὢ τῆς πίστεως τῶν ἐθνῶν· ὢ τῆς ἀγνωμοσύνης τῶν Ἰσραηλιτῶν. Ὅρα τὸν θεὸν καὶ δεσπότην τῶν ἁπάντων, πῶς τιμᾷ τὸ γένος. Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Καλεῖ κύνας τὰ ἔθνη καὶ υἱοὺς τοὺς Ἰσραηλίτας· ἀντιστρέφεται δὲ ὑπὸ τοῦ λαοῦ ἡ τιμή· καὶ οἱ μὲν τιμώμενοι ἀτιμάζουσιν, οἱ δὲ ἀτιμαζόμενοι προσκυνοῦσιν· υἱοὶ καλούμενοι τὴν εὐεργεσίαν οὐ δέχονται, ἡ δὲ Χαναναία κύων ὀνομαζομένη, τοῦ εὐεργέτου οὐκ αφίσταται. Διὰ τοῦτο γὰρ ὁ σωτὴρ καὶ κύνα ἐκάλεσε τὴν γυναῖκα, οὐχ ἵνα ὑβρίσῃ, ἀλλ’ ἵνα τὴν πρόθεσιν γυμνώσῃ, ὅτι τὰ ἔθνη καὶ ὑβριζόμενα οὐκ ἀφίστανται τοῦ εὐεργέτου, ὁ δὲ Ἰσραήλ καὶ εὐεργετούμενος ἡρνήσατο τὸν σωτῆρα. Υἱὲ Δαυίδ, ἐλέησόν με. Καὶ ὁ πάντων ἐπακούων σιγᾷ, οὐκ ἀποπεμπόμενος τὴν δέησιν, ἀλλὰ λαμπροτέραν ἐκφαίνων τὴν πίστιν. Χαναναία τὸ γένος καὶ Ἀβραμῖτις τῇ πίστει. Υἱὲ Δαυίδ, ἐλέησόν με. Καὶ ὁ πρὸ τῆς κραυγῆς τῶν στομάτων ὑπακούων ταῖς ἱκεσίαις τῶν ψυχῶν, σιωπᾷ καὶ ἀνέχεται· καὶ ἐνομίσθη τοῖς ἀποστόλοις ἀπηνής τις εἶναι, ἀποπεμπόμενος τὴν τοσαύτην ἱκεσίαν. Καὶ πρὸς αὐτὸν οἱ μαθηταί· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἆρ’ οὖν σύ, Πέτρε, ἢ σύ, Ἀνδρέα, ἢ Φίλιππε, τοῦ σωτῆρός ἐστε φιλανθρωπότεροι; καὶ ὑμᾶς ἔκαμψεν ἡ παράκλησις, αὐτὸν δὲ οὐκ ἐδυσώπησεν ἡ ἱκεσία; Ἄρα ὑμεῖς τοῖς φαινομένοις κρίνετε, ἐγὼ δὲ ταῖς ἐννοίαις δικάζω· ὑπερτίθεμαι καὶ ἀναβάλλομαι τὴν χάριν, ἵνα γυμνώσω τὴν λαμπρὰν πίστιν. Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Εἶτα ποιμὴν εἶ τῶν Ἰσραηλιτῶν, οὐχὶ πάσης τῆς γῆς δεσπότης καὶ ποιμὴν καὶ διοικητὴς καὶ προνοητής; οὐκ εἶπεν· Οὐκ εἰμὶ ποιμὴν τῶν ἄλλων, ἀλλ’, Οὐκ ἀπεστάλην εἰς τοῦτο· οὐκ ἀληθῶς τοῦτο λέγων, ἀλλὰ τῷ σχήματι τὴν πίστιν γυμνῶν. Εἰ γὰρ μὴ ἀπεστάλης ἀλλαχοῦ, ἀλλ’ εἰς τὰ πρόβατα τοῦ οἴκου Ἰσραήλ, πῶς τοὺς ἀποστόλους πέμπεις εἰς τὰ πέρατα τῆς οἰκουμένης, λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες ; Εἰ μὴ ἀπεστάλης εἰς τὰ ἄλλα πρόβατα, ἀλλ’ εἰς ἐκεῖνα τὰ τοῦ Ἰσραήλ, πῶς ἔλεγες ἀποστόλοις· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα δεῖ με συναγαγεῖν, ἵνα γένηται μία ποίμνη καὶ εἷς ποιμήν ; Ὥστε οὐ πρὸς αὐτὴν λαλεῖ τέως τῶν πραγμάτων τὴν ἀκρίβειαν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς δοκιμασίαν. Οὐκ ἀπεστάλην. Ἀρνεῖται τὸ πρᾶγμα καὶ οὐ φεύγει ἡ γυνὴ παρακαλοῦσα· ἀποσείεται αὐτῆς τὴν ἱκεσίαν καὶ οὐκ ἀποσείεται αὐτοῦ τὴν προσκύνησιν. Ἀληθῶς τῆς ἐκκλησίας εἰκὼν ἡ Χαναναία, ἡ ἐν κινδύνοις ἐξεταζομένη καὶ τὸν δεσπότην οὐκ ἀρνουμένη, ἡ μυρίους χειμῶνας ὑπομένουσα καὶ τὸν ὀφθαλμὸν ἔχουσα πρὸς τὸν λιμένα τῆς πίστεως, ἡ μυρίους κύμασι τῶν αἱρετικῶν περικλονουμένη, καὶ ἀπὸ τῆς ἑδραίας πίστεως μὴ σαλευομένη. Ἀντεξέτασον πίστιν ἐκκλησιαστικὴν καὶ ἀγνωμοσύνην Ἰουδαϊκήν. Ἰουδαῖοι μάννα ἐσθίοντες γογγύζουσιν· ἡ ἐκκλησία νηστεύουσα εὐχαριστεῖ τῷ δεσπότῃ· ἐκεῖνοι τιμώμενοι ἀγνωμονοῦσιν· οἱ τοῦ Χριστοῦ διωκόμενοι εὐχαριστοῦσι. Τίνα ἀποδέχῃ οἰκέτην, ἐὰν ᾖς δεσπότης; δύο οἰκετῶν τίνα ἀποδέχῃ, τὸν μετὰ τὰς εὐεργεσίας ἀγνμωνοῦντα ἢ τὸν ἐν ταῖς παιδείαις εὐγνωμονοῦντα; Εἰκών τοίνυν τῆς ἐκκλησίας ταύτης ἡ Χαναναία, ἡ ἀποπεμομένη καὶ τὸν δεσπότην οὐκ ἀρνουμένη. Προσκυνεῖ αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ἐπειδὴ πρῶτον εἶπεν· Υἱὲ Δαυίδ, ἐλέησόν με ,νομίσασα, ὅτι ἐλάττονα προσήγαγε τὴν παράκλησιν τῆς ἀξίας ἀνακαλεῖται τὴν πρώτην φωνήν, καὶ δευτέρᾳ εὐγνωμοσύνῃ τὴν πρώτην καλύπτει. Οὐκέτι γὰρ αὐτὸν καλεῖ· Υἱὲ Δαυίδ ,ἀλλὰ κύριον, λέγουσα· Κύριε, βοήθει μοι . Καὶ οὐδὲ αὐτὸς ἀποκρίνεται, ἀλλ’ ὀχλοῦσιν οἱ ἀπόστολοι πρὸς τὴν φωνὴν λέγοντες· Κράζει ὄπισθεν ἡμῶν. Ὑπερτίθεται θεός, πρὸς τὴν πίστιν ἀποβλέπων, καί φησι πρὸς αὐτήν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις ,τέκνα λέγων τοῦ Ἰσραηλίτας, οὐ τοσοῦτον αὐτοὺς τιμῶν, ὅσον ἐλέγχων ἐπὶ τῇ ἀγνωμοσύνῃ. Ὁ γὰρ καλῶν σήμερον τέκνα τοὺς Ἰσραηλίτας, υἱός ἐστι τοῦ λέγοντος· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Καλεῖται κύων ἡ Χαναναία καὶ φέρει τὴν ὕβριν μετὰ χάριτος. Πλὴν οἶμαι καὶ πιστεύω, ὅτι ἐν τῇ ὕβρει ταύτῃ ἐνέθηκε τῆς εὐνοίας τὴν εἰκόνα, κύνα, δεικνὺς τὸ εὐνοϊκοῦ τοῦ ζῴου. Κύων μυρία πάσχων, τῆς δεσποτικῆς οἰκίας οὐκ ἀφίσταται· κύων, ὅτε ἴδῃ τὰ δεσποτικὰ βήματα, σιωπᾷ· ὅταν δὲ δούλους δεσποτικούς, ἡσυχάζει· ὅταν δὲ ἴδῃ ἀλλοτρίους, σπαράττεται, ὑλακτεῖ, οὐχ ἡσυχάζει, πρὸς οὐδένα τῶν ἄλλων βλέπων. Ἰουδαῖοι πῶς ὁρῶσι κατὰ τοῦ θεοῦ μυρίας βλασφημίας καὶ οὐ ταράττονται; Βλέπε Χριστιανὸν ἀκούοντα βλασφημίας αἱρετικῆς ἢ ἑτέρας πλάνης καὶ εὐθέως θορυβούμενον, ὑλακτοῦντα, βοῶντα κατὰ τῶν ἐναντίων. Οὐ φέρει Χριστιανὸς ἰδεῖν ἀλλοτρίαν ὄψιν, ἀλλ’ ὡς κύων περὶ τὸν δεσποτικὸν πυλῶν ὑλακτεῖ. Καὶ οἱ ἔξω τῆς πίστεως φιλόσοφοι τὴν τῶν κυνῶν προσηγορίαν ἠσπάσαντο διὰ τὸ εὐνοϊκὸν τοῦ ζῴου καὶ οὐκ ᾐδέσθησαν τὸ ὄνομα, ἀλλ’ ἀπέβλεψαν εἰς τὴν εὔνοιαν τῆς φύσεως. Ὅτι δὲ ἀποδέχεται ὁ θεὸς τὸν ὑλακτοῦντα ὑπὲρ τῆς εὐσεβείας, καὶ μέμφεται τῷ σιωπῶντι καὶ μὴ ὑλακτοῦντι ὑπὲρ τῆς ἀληθείας λέγει περὶ τῶν Ἰσραηλιτῶν· Πάντες κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν. Κύων καλεῖται ψυχὴ εὐνοοῦσα τῷ δεσπότῃ, καὶ ὑπὲρ τοῦ δεσπότου ὑλακτοῦσα, οὐχ ὑβριζομένη. Κύων ὅταν μανῇ, τοῦτο μόνον ἔχει σημεῖον τῆς μανίας, ὅταν κατὰ τοῦ δεσπότου τοὺς ὀδόντας ἐπάρῃ. Οὐδέποτε γὰρ σωφρονῶν κύων κατὰ τοῦ δεσπότου μαίνεται. Οὐδὲν ἕτερον ἐλέγχει τὴν Ἰουδαίων μανίαν ἢ τὸ κατὰ τοῦ σωτῆρος ὑλακτεῖν. Ὅτι θεὸν ὃν ἐχρῆν γνωρίσαι ὡς δεσπότην, τοῦτον ἀπεσείσαντο ὡς ἀλλότριον. Ὅθεν κατηγορεῖ αὐτῶν λεγων· Περιεκύκλωσάν με κύνες πολλοί. Καὶ τίνες οἱ κύνες; Συναγωγὴ πονηρευομένων περιέσχον με. Οὐκ ἀποπέμπεται τοίνυν ἡ Χαναναία τὴν ὕβριν, ἀλλὰ δέχεται μετ’ εὐχαριστίας. Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ ἀπὸ τῆς ὕβρεως τὴν φιλανθρωπίαν κατασκευάζουσα λέγει· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν ,μὴ οἰκτηρείσῃς με ὡς τέκνον, ἀλλ’ ἐλεησον με ὡς κύνα· δέχομαι τὴν ὕβριν σου, δέσποτα. Πάσης γὰρ τιμῆς ἐστι κρείττων ἡ παρὰ σοῦ ὕβρις, πάσης δόξης ἀνωτέρα. Ἵνα τοίνυν ὁ σωτὴρ ἐπὶ τέλει δείξῃ ὅτι οὐχ ὑβρίζων ἐκάλεσε κύνα ὅτε αὐτῆς ἐγύμνωσε τὴν εὐχαριστίαν, τότε λέγει· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ἐγὼ οὐκ οἶδα πῶς ἐπαινέσω τὴν πίστιν, ἣν ὁ σωτὴρ μεγάλην ἐκάλεσε. Ποίαν γὰρ αὐτὴ δύναμαι ἐπινοῆσαι κρείττονα εὐφημίαν τῆς ἀπὸ τοῦ σωτῆρος ἀποδοθείσης; Ἐάσωμεν τὴν φωνὴν ἀκέραιον· μὴ ὑβρίσωμεν αὐτὴν ταῖς ἡμετέραις εὐφημίαις· Μὴ ποιήσωμεν τὸ μέγα μικρόν. Ἀνθρωπίνη γὰρ εὐφημία μειοῖ τὰ πράγματα· θεοῦ δὲ φωνὴ μαρτυρεῖ τοῖς πράγμασιν. Ὧν ὁ ἔπαινός φησιν οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ θεοῦ. Διὰ τί δὲ ὅλως οἱ δαιμονιῶντες τὸν σωτῆρα ἐκάλουν εἰς βοήθειαν; Υἱὲ Δαυίδ, ἐλεησόν με. Μὴ γὰρ ἡ τοῦ Δαυὶδ συγγένεια τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν ἔχει; Πόθεν ὅλως τῷ προφητεύοντι τὸ βοᾶν λέγοντι· Υἱὲ Δαυίδ, ἐλεησόν με ; καὶ τὴν Χαναναίαν προσάγουσαν τὴν θυγατέρα δαιμονιζομένην εἰπεῖν· Υἱὲ Δαυίδ, ἐλεησόν με ; Παρεδώθη τὰ τῆς ἱστορίας, ὅτι Δαυὶδ τῇ ἀκολουθίᾳ τὴν ἁγίαν ἀνακρουόμενος λύραν ἀπήλαυνε τοῦ Σαοὺλ τὸν δαίμονα. Ἐπεὶ οὖν καὶ Δαυὶδ ἤλαυνε τοὺς δαιμόνας διὰ μουσικῆς ἐνεργείας, μουσικῆς οὐκ ἀνθρωπίνης, ἀλλὰ θείας, καὶ ἀπὸ ἁγίου πνεύματος ἀνακρουόμενος, ἀπὸ τῆς συγγενείας εὐφημίαν λαβόντες λέγουσιν· Υἱὲ Δαυίδ, ἐλέησόν με. Πλὴν οὐ δεῖ στοιχεῖν ταύτῃ τῇ φωνῇ, ἀλλ’ ἐπ’ ἐκείνην μὲν ὁδηγεῖσθαι, ἀνάγεσθαι δὲ ἐπὶ τὴν ἀξίαν. Ἰάθη ὁ παῖς αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. θεοῦ γὰρ φωνὴ προσελθοῦσα τὴν παῖδα ἰάσατο· ἐξορίζει δαίμονας, ἐλαύνει ἡ τοῦ σωτῆρος φωνὴ πᾶσαν ἐναντίαν κατάστασιν.