Ancient Greek · ~40 min
Section 2
Severianus Gabalensis, In Chananaeam et Pharaonem 2.1
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν εἰς τὴν εὐαγγελικὴν χάριν, οὐχ ὅσον εἰπεῖν ἐχρῆν, ἀλλ’ ὅσον εἰπεῖν ἰσχύομεν. Ἐπεὶ δὲ ὅσον ὀφείλομεν οὐκ ἀρκοῦμεν, ἐπὶ τὴν ἐπαγγελίαν ἔλθωμεν ἵνα μὴ ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενοι τῶν ἐπιποθούντων τὴν ἀκρόασιν ἀμβλύνωμεν τὸν πόθον. Καιρὸς οὖν κἀμοὶ ἅψασθαι τῆς ὑποσχέσεως καὶ ὑμῖν παραδοῦναι τὸ ὀφεῖλον τῆς ἀκροάσεως. Περὶ τοῦ Φαραὼ ἐκινεῖτο λόγος· πῶς ἐσκλήρυνεν ὁ θεὸς τὴν καρδίαν Φαραὼ καὶ περὶ τῆς φωνῆς τῆς λεγούσης ἐκείνης· Ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; Φησὶ· Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; Δεῖ δὲ τοὺς ἁπτομένους τῶν θείων νοημάτων καὶ τοὺς ἀκούοντας μὴ εὐθέως ἐπ’ αὐτὴν ἐξελθεῖν τὴν ἑρμηνείαν, ἵνα μὴ δόξῃ βεβιασμένη εἶναι ἡ ἔννοια, ἀλλ’ ἄνωθεν τὴν ὑπόθεσιν τῆς εὐαγγελικῆς χάριτος ἐκλαβόντα. οὕτως ἀπὸ τῆς ἀκολουθίας τρανὴν καὶ ἀσύγχυτον παραδοῦναί με τὴν θεωρίαν Ἵνα τοίνυν συντέμω, ταύτην ποιήσομαι τοῦ λόγου τὴν ἀρχήν. Ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ λόγος. Ῥωμαίοις δὲ γράφει ὁ Παῦλος, πολλὰ μὲν οὖν καὶ ἕτερα παραινῶν, ἐξαιρέτως δὲ πρᾶγμα διορθούμενος πολλὴν ἔχον ταραχὴν καὶ πολλὴν ἔχον τὴν ἀκαταστασίαν. Καὶ ὅπως ἄκουε. Ἐν τῇ Ῥώμῃ πολλοί τινες ἐγένοντο ἀπὸ Ἰουδαίων εἰς τὸν σωτῆρα πεπιστευκότες· πολλοὶ δὲ καὶ ἐξ ἐθνῶν ἐπίστευσαν. Ἦν δὲ μάχη καὶ θόρυβος μεταξὺ τῶν μερῶν, οὐχ ὑπὸ ζήλου εὐσεβείας, ἀλλ’ ὑπὲρ πρωτείων φιλενεικίας. Ἐβούλοντο γὰρ οἱ ἀπὸ ἐθνῶν αὐτοὶ δοκεῖν πρωτεύειν· ἐβούλοντο καὶ οἱ ἀπὸ Ἰουδαίων αὐτοὶ εἶναι πρῶτοι. Καὶ προσέφερον οἱ ἀπὸ τῶν Ἰουδαίων τὴν πατρικὴν εὐγένειαν καὶ ἔλεγον τοῖς ἀπὸ ἐθνῶν ὅτι ἡμεῖς ὑμῶν τιμιώτεροι. Ἀρχαιοτέρα γὰρ ἡμῶν ἡ εὐσέβεια καὶ ἡμῶν οἱ πατριάρχαι, ἡμέτερος ὁ Ἀβραάμ, ἡμέτερος ὁ Ἰσαάκ, ἡμέτερος ὁ Ἰακώβ, οἱ πατριάρχαι πάντες καὶ οἱ προφῆται. Καὶ ἡμεῖς μὲν ἀρχαῖαν ἔχομεν τὴν εὐγένειαν· ὑμεῖς δὲ πρόσφατον ἐλάβετε τὴν εὐεργεσίαν. Οἱ ἐξ Ἑλλήνων ἔλεγον· Οὐχ οἷόν τε πρωτεύειν τοὺς ἀρνησαμένους τὸν Χριστόν. οὐχ οἷόν τε ἐν πρώτῃ μερίδι τετάχθαι τοὺς τὸν σταυρὸν πήξαντας καὶ τοὺς θεομαχήσαντας. Ἀπεβλήθητε γὰρ ὑμεῖς καὶ ἐκλήθησαν πάντα τὰ ἔθνη. Καὶ ἡμεῖς μὲν ἐσμὲν οἱ τὴν εὐεργεσίαν ἁρπάσαντες, ὑμεῖς δὲ οἱ τὴν εὐεργεσίαν ὑβρίσαντες. Ὁ ἀπόστολος θεασάμενος ταραχὴν πολλὴν καὶ θόρυβον ἀκμάσαντα πολὺν ἐν τῇ Ῥώμῃ καὶ ἐννοήσας ὅτι κακὸν τὸ ἐν τῇ μεγάλῃ πόλει πλεονάζον· δύναται γὰρ ἐκχυθῆναι εἰς πᾶσαν τὴν ὑπ’ οὐρανόν, ἀναστέλλει ὡς ἀπό τινος ῥίζης τὴν φιλονεικίαν, ἵνα μὴ ἐκεῖθεν εἰς πᾶσαν τὴν γῆν ἐξέλθῃ ἡ φιλονεικία. Καὶ μέσον ἑαυτὸν παρενθείς, ποιεῖ πρᾶγμα οὐ δικάζοντος, ἀλλ’ εἰρηνεύοντος, εἰδὼς ὅτι ἡ φιλονεικία εὐσέβειαν οὐχ ἵστησιν· εὐσέβεια δὲ πᾶσαν διαλύει φιλονεικίαν. Καὶ ὥσπερ οἱ βουλόμενοι καταστέλλειν μάχην καὶ θόρυβον, οὐχ ἑνὶ μέρει ἐπιτιμῶσιν, ἵνα μὴ τὸ ἕτερον πλέον ἐξάψωσιν· ἀλλὰ καὶ τούτῳ ἐπιτιμῶσι κἀκείνῳ, ἵνα διὰ τῆς ἐπιτιμίας εὐπαράδεκτον ἕξωσι τὴν συμβουλίαν ἀπεργαζομένην. Οὕτως ὁ θεῖος ἀπόστολος μέσον ἑαυτὸν παρενθεὶς τῶν μαχομένων, καταστέλλει καὶ τὸν Ἰουδαϊκὸν θρύλλον καὶ τὸν ἐξ ἐθνῶν. Καθάπτεται δὲ πρῶτον τοῦ ἀναιδεστέρου μέρους, λέγω δὴ τῶν Ἰουδαίων. Πάντες γὰρ κύνες ἀναιδεῖς, οὐ δυνάμενοι ὑλακτεῖν. Ἀναιδὲς τὸ γένος, οὐ διὰ τὸ γένος λέγω, ἀλλὰ διὰ τὸ ἦθος. Οὐ γὰρ τὸ ἀγενές ἐστιν ἀναιδές, ἀλλ’ ὁ τρόπος ἀγενής. Διαβάλλει τοίνυν τὸ μέρος τοῦτο, μᾶλλον δὲ καθάπτεται τούτου πρώτου, τοῦ μέρους τοῦ ἀναιδοῦς, πρὸς ὃ ἔλεγεν Ἡσαΐας· Ὁ τράχηλός σου σιδηροῦς καὶ τὸ μέτωπόν σου χαλκοῦν. Οὕτως ἀναίσχυντον ᾔδει. καὶ ὁ προφήτης Ἱερεμίας λέγων· Ὄψις πόρνης ἐγένετό σοι, Ἰσραήλ· ἀπῃσχύντησας πρὸς πάντας. Καθάπτεται τοίνυν ὁ θεῖος ἀπόστολος πρῶτον τοῦ ἀναιδοῦς μέρους, λέγω δὴ τοῦ Ἰουδαϊκοῦ μέρους· καὶ ἐπειδὴ προσέφερον τὴν ἀρχαιότητα τῶν πατέρων Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, δείκνυσιν αὐτοῖς ὅτι οὐ δεῖ σεμνύνεσθαι γένει, ἀλλὰ τρόπῳ. Ὅθεν ἀρχόμενος τούτου τοῦ λόγου ἔλεγεν· Οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ. Ἐπειδὴ γένος προφέρεις, τὸν τρόπον οὐ δεικνύων, οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ. Ταῦτα πρὸς τοὺς Ἰουδαίους. Ἀλλ’ οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα. Γέγραπται γὰρ ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα . Εἰ τὸ γένος ποιεῖ τὴν εὐσέβειαν, οὐδὲν ἐκώλυε τὸν Ἰσραὴλ προτιμᾶσθαι τοῦ Ἰσαάκ. Υἱὸς γὰρ ἦν τοῦ Ἰσαάκ. Υἱὸς γὰρ ἦν τοῦ Ἀβραάμ, καὶ υἱὸς πρεσβύτερος. Οὐ πάντες οὖν οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα Ἀβραάμ· ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ ἐπάγει τὴν ἑρμηνείαν Παῦλος, τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς λογίζεται εἰς πίστιν, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ θεοῦ. Ἀλλ’ ἐπειδὴ ἐνδέχεται Ἰουδαῖον ἀντικροῦσαι πρὸς τὸ ῥῆμα καὶ εἰσαγαγεῖν ἑτέραν ἀναισχυντίαν κατὰ τοῦ θείου κηρύγματος καὶ εἰπεῖν ὅτι Ἰσμαὴλ ἀπεδοκιμάσθη διὰ τὸ ἐκ παιδίσκης εἶναι, Ἰσαὰκ δὲ προετιμήθη διὰ τὸ ἐξ ἐλευθέρας φέρειν τὴν εὐγένειαν, ἀντεισάγει δὲ ὕστερον ὁ Ἰσμαὴλ εἰκόνα καί φησιν· Οὐ μόνον ὁ Ἰσαάκ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἕξουσα τοῦ πατρὸς ἡμῶν. Μήπω γὰρ γεννηθέντων αὐτῶν ἢ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. ἐπειδὴ ἐκεῖ τὴν ἀγένειαν τῆς σαρκὸς προσφέρεις εἰς φιλονεικίαν, δείκνυμί σοι ἐκ μιᾶς ῥίζης δύο κλάδους ἀποσχισθέντας, δείκνυμί σοι τὸν ἀπιστούμενον δεχθέντα, τὸν δὲ πιστευόμενον ἄδεκτον. Οὐ γὰρ ὑβρίζει φύσις, ὃν μὴ ὑβρίζει πρόθεσις, ἵνα μάθῃς ὅτι ἐρρήθη ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. Ταῦτα ἐκ θείας φωνῆς προφέρει Παῦλος. Ὁ γὰρ θεός φησι διὰ τοῦ προφήτου· Οὐκ ἀδελφὸς ἦν Ἠσαῦ τῷ Ἰακώβ; Τὸν γὰρ Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. Ἐπειδὴ φύσιν προφέρεις, φησί, τι ὤνησε τὸν Ἠσαῦ ἡ φύσις; Ἐπειδὴ ἡ τῶν πατέρων εὐγένεια σεμνύνει, τί πλέον ἀπηνέγκατο ἀπὸ τῆς εὐγενείας τοῦ πατρὸς ὁ Ἠσαῦ; Οὐκ ἔκγονος ἦν τοῦ Ἀβραάμ; Οὐχὶ υἱὸς ἦν τοῦ Ἰσαάκ; Οὐκ ἐκ τῆς αὐτῆς μητρός; Οὐκ ἐκ τῆς αὐτῆς ἐλευθερίας; Μὴ ὤνησεν αὐτὸν τὸ γένος, ἐπειδὴ ἐξέβαλεν αὐτὸν τὸ ἦθος; Εὐθέως ἐπάγει· Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. Τῆς μὲν ἱστορίας ἥψατο μέχρι τούτου· Λοιπὸν δὲ πρὸς τὴν ἀνακύπτουσαν ἀντιλογίαν ὁπλίζεται. Ἐπειδὴ γὰρ πολλοί, ἑτέρας θεωρίας ἐξεταζομένης, τὰ παρεντιθέμενα λαμβάνουσιν εἰς διαβολήν, οὐκ ἀπέβλεψε μόνον ὁ ἀπόστολος εἰς τὴν φιλονεικίαν τῶν τότε μαχομένων, ἀλλὰ καὶ εἰς τὴν ἔριν τῶν μετὰ ταῦτα ἀνακυπτόντων, ἢ διὰ Μανιχαίους ἢ διὰ αἱρετικοὺς ἢ δι’ Ἕλληνας μέλλοντας ὁπλίζεσθαι κατὰ τῆς λέξεως ταύτης. Καὶ προλαβὼν κατασκευάζεται τὰ βέλη, ἵνα σοι ἀποθῆται σκεύη εἰς τὴν ἀκμὴν τοῦ πολέμου. Οὐ γὰρ βλέπει ὁ θεὸς μόνον τὰ παρόντα, ἀλλὰ πολλῷ μᾶλλον προβλέπει τὰ μέλλοντα. Διὰ τοῦτο ὁ λόγος τοῦ θεοῦ καλεῖται βέλος καὶ μάχαιρα. Φησὶν ὁ Ἡσαΐας· Ἔθηκέ με ὡς μάχαιραν ὀξεῖαν καὶ τῇ χειρὶ ἔκρυψεν· ἔθηκέ με ὡς βέλος ἐκλεκτόν· ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με. Διὰ τί μάχαιραν καὶ βέλος; Ἡ μάχαιρα πρὸς τοὺς πλησίον ἑστῶτας ὁπλίζεται, τὸ δὲ βέλος καὶ πρὸς τοὺς μακρὰν ἑστῶτας πέμπεται. Ἐπεὶ οὖν ὁ τοῦ θεοῦ λόγος καὶ τὰς τότε φιλονεικίας καθῄρει καὶ τὰς μελλούσας ἀνακύπτειν ἐρεσχελίας ἀνέκοπτε, καλεῖται μάχαιρα τοῖς πλησίον ἀγωνιζομένη καὶ βέλος κατὰ τῶν ἐναντίων καὶ μακρὰν ἑστώτων πεμπόμενον. Ἀλλ’ ἵνα μὴ ἐκκόψωμεν τὴν ἀκολουθίαν τῆς ὑποθέσεως, πρῶτον εἴπωμεν ἐκεῖνα καὶ ἐλευσόμεθα ἐπὶ ταῦτα. Ὅτε κατέστειλεν Ἰουδαίους μὴ μέγα φρονεῖν ἐπὶ τῷ γένει, ἅπτεται εὐθὺς καὶ τῶν ἀπὸ Ἑλλήνων ἐλθόντων καὶ λέγει αὐτοῖς· Μὴ κατακαυχῶ τῆς ῥίζης. Σὺ γὰρ ἀγριέλαιος ὢν ἐξεκόπης ἐκ τῆς κατὰ φύσιν ἀγριελαίας καὶ ἐνεκεντρίσθης εἰς καλλιέλαιον. Ὁ γὰρ τὴν ἐπιστολὴν μετ’ ἀκριβείας ἀναγινώσκων, εὑρίσκει πολλὴν τὴν λύσιν. Ἡμεῖς δὲ ἐπὶ τὰ σύντομα χωρήσωμεν. Καλεῖ τὸ Ἰσραηλιτικὸν γένος καλλιέλαιον, τοὺς δὲ τῶν ἐθνῶν ἐκκοπέντας ἐκ τῆς ἀγριελαίου καὶ ἐγκεντρισθέντας εἰς καλλιέλαιον ἀναστέλλει. Καλεῖ τὸ γένος τοῦ Ἀβραὰμ καλλιέλαιον καὶ τοὺς ἀπὸ ἐθνῶν ἐλθόντας καὶ τῆς γλυκύτητος γευσαμένους τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν ἀναστέλλει μὴ ὑψηλὰ φρονεῖν. Μὴ γὰρ ὁ Ἰσραήλ φησιν ἐν σοὶ ἐνεκεντρίσθη; Μὴ σὺ ἐδέξω τὸν Ἰσραήλ; Οὐκ αὐτός σε ἐδέξατο; Οἱ δὲ ἀπόστολοι μὴ ἐκ σοῦ; Ἐκ τῶν Ἰουδαίων ὁ σωτήρ, μὴ ἀπ’ ἐθνῶν. Ἀπὸ τῶν Ἰουδαίων. Διὰ τί οὖν ἀγνοεῖς τὴν ῥίζαν τῶν ἀγαθῶν καὶ σεμνύνῃ; Οὐκ οἶδας ὅτι ἐγριέλαιος ὢν ἐνεκεντρίσθης εἰς καλλιέλαιον; Ἀλλ’ ἐρεῖς μοι πάντως· Ἀναλαμβάνεις πάλιν τὴν μάχην τοῦ ἀνθισταμένου, ὅτι οὗτοι τῇ ἀπιστίᾳ ἐξεκλάσθηαν· ἐγὼ δὲ τῇ πίστει ἐνεκεντρίσθην. Καλῶς. Μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσηται. Βλέπε ἀποστολικὴν φωνήν· Βλέπε ἀποστολικὴν νευράν· βλέπε πῶς ἐκκόπτει πρόρριζον τὴν φιλονεικίαν, κἀκείνους ἐπιστομίζων καὶ τούτους δυσωπῶν. Μὴ ἐπαίρου. Εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ. Ἐπειδὴ οἱ ἐξ ἐθνῶν κατεκαυχῶντο τοῦ Ἰσραήλ, ὡς ἐκείνων μὲν διὰ τὴν εἰς Χριστὸν θεομαχίαν ἐκκοπέντων, αὐτῶν δὲ διὰ τὴν γνῶσιν ἀνακληθέντων, λέγει πρὸς αὐτοὺς τοσοῦτον θρασυνομένους· Οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ. Ἀλλ’ ἐρεῖς ἐξεκλάσθησαν, ἵνα ἐγὼ ἐγκεντρισθῶ . Εὐγνωμοσύνῃ συντίθεμαί σου τῇ φωνῇ· Δέχομαί σου τὴν εὐγνώμονα ἀπόκρισιν. Καλῶς. Ἀλλὰ μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ. Εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ φείσηται. Τὸν ἐκ φύσεως ἔχοντα τὴν εὐγένειαν δι’ ἀπιστίαν ἐξέβαλε, σὲ ἀλαζονευόμενον ἐκβαλεῖ διὰ τὴν αὐτὴν ἀγνωμοσύνην. Καὶ ὅρα πῶς τὴν φιλονεικίαν ἐκβάλλει διὰ τοῦ φόβου. Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ. Ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν· ἐπὶ δὲ σὲ χρηστότητα, ἐὰν ἐμμένῃς τῇ χρηστότητι. Ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. Βλέπε πῶς τῷ φόβῳ τὴν φιλονεικίαν ἐκκόπτει καὶ καθίστησιν αὐτὸν τὸν πιστόν, οὐκ εἰς τὸ φιλονικεῖν, ἀλλ’ εἰς τὸ ἀγωνιᾶν. Τί περιεργάζῃ ἀλλότριον γένος; Ὑπὲρ τῆς σῆς ζωῆς ἀγώνισαι· σπούδασον πῶς ἀρέσεις τῷ εὐεργέτῃ· μὴ ψεύσῃ τὴν εὐγένειαν διὰ τῶν τρόπων. Εἶτα λέγει αὐτοῖς τοῖς ἀπὸ ἐθνῶν· Παῦλος ἡμῖν ἀπεστάλη· οὐχ ὑμῖν τοῖς Ἰουδαίοις, ἀλλὰ κήρυξ τοῖς ἔθνεσι. Πρὸς ταύτην τὴν φωνὴν πάλιν Ἡσαΐας ἁρμόζει φάρμακον σωτήριον εὐσεβείας· Μὴ ἐπ’ ἐμοὶ σεμνύνεσθε; Ναί. Ὑμῶν διδάσκαλος καὶ οὐχὶ Ἰουδαίων. Ἀλλὰ μάθε τὸ ἀκριβές. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι ἐφ’ ὅσον εἰμὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάσω. Τί ἐστι δοξάσω ; Συνιστῶ μου τὴν διακονίαν συνιστῶν τὰ ἔθνη. Διὰ τί συνιστῶν; Εἰ πῶς παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. Ὑμᾶς θαυμάζω, ἵνα ἐκείνους εἰς ζῆλον ἐνέγκω. Καὶ τοιούτοις χρησάμενος ῥήμασιν ὁ Παῦλος καταστέλλει κατακαιομένην τὴν φιλονεικίαν καὶ εἰσάγει λάμπουσαν τὴν ἀλήθειαν. Ἐκκόπτει τὰ τῆς φιλονεικίας καὶ εἰσάγει τὰ τῆς ὁμονοίας. Εἰς δὲ τὸ προκείμενον ἔλθωμεν.