Ancient Greek · ~47 min
Section 4
Severianus Gabalensis, In Chananaeam et Pharaonem 4.1
Not analysed yet
Οὐχ ὅτι ὁμοία μου ἡ πρόγνωσις καὶ ἡ τοῦ θεοῦ, τοῦτο λέγω· ἀλλ’ ἀπὸ τῶν σῶν τὰ ὑπὲρ σὲ διδάσκω. Καὶ πρόσεχε ἀκριβῶς, ἵνα μάθῃς, φασίν, ὅτι ὁ θεὸς δικαίους ἐργάζεται καὶ πονηρούς, αὐτὸς εἶπε τῷ Ἱερεμίᾳ· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. Αὐτὸς γὰρ λέγει· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας ,πρὶν ἐξέλθωσιν ἀποπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη. Ὁρᾷς ὅτι ἀπὸ γαστρὸς ἐδείχθη οὗτος δίκαιος καὶ οὗτος πονηρός; Ὁρᾷς ὅτι καὶ φύσεως; Καλῶς ἔλεγε, φησίν, ὁ σωτὴρ πρὸς τοὺς Ἰουδαίους· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. Ἀνάγνωθι ὀρθῶς καὶ μὴ λάλει διεστραμμένως. Καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. Οὐ πρῶτον ἡγίακά σε ,ἀλλὰ πρῶτον ἐπίσταμαί σε καὶ τότε ἡγίακά σε . Ἐνταῦθα τὴν πρόγνωσιν ἔδειξε, μετὰ τὴν πρόγνωσιν τότε τὸν ὅρον. Καὶ πρὸ τοῦ με πλάσαι σε ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. Ἐπειδὴ ἔγνων σε, ἡγίακά σε . Διὰ τοῦτο ὁ ἀπόστολος λέγει· Οὓς προέγνω, καὶ προώρισεν. Οὐκ εἶπε πρῶτον προώρισεν ,ἀλλὰ προέγνω ,καὶ τότε προώρισε . Παρακαλῶ, συναγωνίσασθε τῷ λόγῳ κάμνοντι διὰ τῆς προθυμίας, οὐχ ἵνα βοήσητε –Οὐ ταῦτα ζητοῦμεν, ὡς ὁ θεὸς μαρτυρεῖ. –,ἀλλὰ ζητοῦμεν τὴν κοινὴν ὠφέλειαν. Ἅπλωσόν μοι τὴν ἀκοὴν τῆς διανοίας. Τὸ πρὶν ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε ,κατώτερόν ἐστιν εἰρημένον ὑπὸ τοῦ ἀποστόλου. Οὐ γὰρ ὁ ἀπόστολος περὶ αὐτοῦ λέγει· Οὓς προέγνωκε καὶ προεξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου ; Τὸν Ἱερεμίαν ἀπὸ κοιλίας ἔγνωκε, τοὺς ἀποστόλους πρὸ τοῦ κόσμου παντὸς προέγνω καὶ οὐχ ἁπλῶς προέγνω, ἀλλὰ καὶ προεξελέξατο. Ἴδωμεν οὖν εἰ ἡ πρόγνωσις φύσιν ἐποίησεν. Εἰ τὸ ἐκλεχθῆναι πρὸ καταβολῆς κόσμου τοὺς ἀποστόλους, τοῦτο φύσιν δικαιοσύνης ποιεῖ καὶ οὐ προαιρέσεως ἀρετήν, διὰ τί οἱ προγνωσθέντες τελῶναι ἐκλήθησαν; Διὰ τί Παῦλος διώκει; Διὰ τί πόρναι σπεύδουσιν εἰς τὴν βασιλείαν; Εἰ γὰρ προεγνώσθη ἡ ἀξία τῆς βασιλείας πόρνη. δι’ τί ἐπόρνευσεν; Εἰ προέγνω Παῦλον θεός, διὰ τί ἡ πρόγνωσις φύσιν οὐκ ἐργάζεται; Διὰ τί ὁ προγνωσθεὶς πρὸ καταβολῆς κόσμου ἐγένετο βλάσφημος καὶ διώκτης καὶ ὑβριστής ; Ὁρᾷς ὅτι ἡ πρόγνωσις οὐ φύσιν ποιεῖ, ἀλλὰ προαίρεσις προορᾷ; Εἰ ἡ πρόγνωσις ἐποίει τὸν ἀπόστολον, διὰ τί Ματθαῖος τελωνεῖ; Τὸ δὲ τελωνεῖν ἐστιν εἰδωλολατρεῖν. Λέγει γὰρ ὁ σωτήρ· Ἔσται σοι ὡς ὁ τελώνης ἢ ὡς ὁ ἐθνικός. Οὕτως ὁμότιμον τῆς εἰδωλολατρείας τὴν τελωνείαν ὡρίσατο. Εἰ τοίνυν προεγνώσθη Ματθαῖος, διὰ τί ἡ πρόγνωσις αὐτὸν οὐκ ἐποίησεν ἀπόστολον, ἀλλ’ ἡ προαίρεσις ἔκλινεν εἰς ὑπακοήν; Ἡ Ῥαὰβ ἐσώθη καὶ μετὰ πιστῶν ἠριθμήθη. Δηλονότι κἀκείνην προέγνω ὁ θεός. Πῶς οὖν προγνωσθεῖσα ἐπόρνευσε; διὰ τί ὁ μαργαρίτης ὁ προοραθεὶς ἐν βορβόρῳ ἦν; Ταῦτα ὁρᾷς πανταχοῦ· τὴν μὲν φύσιν μέσην, τὴν δὲ προαίρεσιν προεγνωσμένην τῷ θεῷ, ἐν δὲ ταῖς οἰκείαις πολιτείαις φαινομένην. Προεῖδεν ὁ θεὸς τὸ ἐσόμενον. Ὁ δὲ καρπὸς τῆς πολιτείας ἐγνωρίσθη. Ἀπὸ τῆς Παύλου φωνῆς λάβε τὴν λύσιν. Οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε. Διὰ τί Ἰούδας ἐκλήθη καὶ οὐκ ἐδικαιώθη; Οὓς προέγνω καὶ προώρισε, τούτους καὶ ἐκάλεσεν. Οὐ ποιεῖ οὖν πρόκριμα τὸ ἀπὸ κοιλίας γνωρισθῆναι τὸν προφήτην, ὅπου γε τοῖς πρὸ αἰῶνος ἐκλεχθεῖσιν οὐχ ἡ φύσις ἠκολούθησεν, ἀλλ’ ἡ προαίρεσις τῇ προγνώσει ἐμαρτύρησε. Δέδεικται τοίνυν ὅτι οὐ ποιεῖ ἡ πρόγνωσις φύσιν, εἰ μή τις πάντη φιλόνεικος καὶ πρὸς αὐτὴν ἀπαναισχυντῶν τὴν ἀλήθειαν. Διὰ τί δὲ ὅλως εἰς τὸν Φαραὼ κατασκευάζει ῥῆμα; Ὅτι εἰρηται τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Ἵνα γνωρίσῃς σου τὴν δύναμιν, κολάζεις ἄνθρωπον; Ἵνα γνωρίσῃς σου τὴν δυνάστειαν, καθαιρεῖς τὸν ἀναίτιον; Εἰ μὲν ὑπαίτιον, καὶ μέμφου. Εἰ δὲ ἀναίτιον, μὴ ἐκάλει. Τί οὖν ἐστι τὸ ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. Καί μοι πρόσεχε. Χρήσομαι ὑποδείγματί τινι ἀρχαίῳ καὶ ἀληθινῷ. Ἡ ἰατρικὴ τέχνη βουληθεῖσα ἀπ’ ἀρχῆς τὴν φύσιν τοῦ ἀνθρώπου κατανοῆσαι καὶ τὰ σπλάγχνα, ἐχρήσατο ἀποτομαῖς καὶ ἀνέτεμεν ἀνθρώπους ζῶντας, ἵνα τοῖς ἄλλοις τὴν ἰατρείαν πορίσηται. Ἀλλ’ ἦν μὲν καὶ τοῦτο ἄδικον διὰ τὴν ἑτέρων σωτηρίαν ἄλλους ζῶντας θύεσθαι. Τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; Τὸν ἐκδεδομένον θανάτῳ διὰ λῃστείαν ἢ μοιχείαν ἢ φαρμακείαν, τούτους λαμβάνοντες ἀνέτεμνον ζῶντας, οὔτε ἀδικοῦντες τοὺς κολαζομένους καὶ τῇ ἀνθρωπότητι βοήθειαν ἐφευρίσκοντες. Τὸν γὰρ ἅπαξ ἐκδεδομένον τῇ κολάσει διὰ πταίσματα, τοῦτον ἀνέτεμνον ζῶντα, ἵνα ἔτι σπαιρόντων τῶν σπλάγχνων καταμάθωσι τὴν ἐνέργειαν. Ὁ θεὸς τοίνυν ὡς ἰατρὸς πάνσοφος –Ἰατρὸς γάρ ἐστιν ὁ λέγων οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν καὶ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες . –λαμβάνει τὸν Φαραὼ ἤδη μὲν ὑπαίτιον ὄντα κολάσεσι μυρίαις διὰ τὰ ἴδια πλημμελήματα. Πολλοῖς γὰρ ἦν ὑπεύθυνος ἁμαρτήμασι. Πρώτη βλασφημία τὸ λέγειν οὐκ οἶδα τὸν κύριον . Βλασφημία ἦν ἀρχὴ τῶν κακῶν. Δευτέρα ἡ ἀγνωμοσύνη πρὸς τὸν λαόν, ὅτι ἐλεύθερον γένος κατεδίκαζε δουλείᾳ καὶ πλινθοποιίᾳ. Τρίτον ὅτι ἀναίτια βρέφη ἔπνιγεν ἐν τῷ ποταμῷ. Τέταρτον ὅτι τὸν κύριον κηρυττόμενον οὐκ ᾐδεῖτο. Πέμπτον ὅτι θαύματα βλέπων ἀπηνῃσχύντει πρὸς τὴν εὐσέβειαν. Πολλοῖς ὑποκείμενον αὐτὸν κακοῖς λαβὼν ὁ θεός, ὡς ἰατρὸς ἄριστος τοῖς θαύμασιν ἀνέτεμνεν, οὐχ ἅπαξ κολάζων, ἵνα ἀποκτείνῃ. Οἱ γὰρ ἀνατέμνοντες ὁμοῦ κολάζουσιν, ἀλλὰ συγχωροῦσι κατατέμνοντες τὰ μέλη, ἵνα πανταχόθεν εὕρωσι τῆς ἐπιστήμης τὴν ἐνέργειαν. Ὑποβάλλει αὐτὸν βατράχοις· ὁπλίζει κατ’ αὐτοῦ λεγεῶνας ξένας, λεγεῶνας βατράχων, ἀκρίδων, ἵνα δείξῃ τὸ ὑπερβάλλον τῆς δυνάμεως αὐτοῦ. Οὐκ ἀπέστειλεν ἄγγελον ἐξ οὐρανοῦ, οὐ τὰ τάγματα τῶν χερουβίμ· οὐκ ἀποστέλλει τὰ σεραφὶμ κατὰ τῶν ἀντιλεγόντων, ἀλλὰ δεικνὺς τὰ τῆς δυνάμεως, παρασκεύαζει λεγεῶνας βατράχων. Καὶ ἦσαν ἀκρίδων τὰ στρατεύματα, οὐδενὸς ταξιαρχοῦντος φαινομένου, τοῦ δὲ θεοῦ κελεύοντος ὡδηγοῦντο. Ἐξῆλθον βάτραχοι ἐκ τοῦ ποταμοῦ κατὰ τοῦ θεομάχου στρατευόμενοι, ἦλθον ἀκρίδες λογισμοῦ μὲν διάκρισιν οὐκ ἔχουσαι, τὸ δὲ δεσποτικὸν πληροῦσαι πρόσταγμα. Ἐπῆλθον καὶ σκνῖπες καὶ κυνόμυιαι καὶ πολλὰ καὶ διάφορα θαύματα κατ’ αὐτοῦ καινουργεῖ διαφόρως ὁ θεὸς, τὴν ψυχὴν ἀνατέμνων καὶ βασανίζων αὐτοῦ, τὴν ἔννοιαν διαφόρως ἀσεβήσασαν διαφόρως κολάζων. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αὐτὸν κατὰ μέρος κατατέμνει καὶ οὐκ ἀθρόον ἐκόλασεν, ἵνα δι’ αὐτοῦ τὴν δύναμιν ἐνδείξηται, λέγει ἡ πανάρετος σοφία· Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον, καὶ ἀνεξιχνίαστος σοφία ἐπιρρῆψαι αὐτοῖς ἢ θρασεῖς λέοντας ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους . Ἀλλὰ πάντα ἐποίησεν ἐνδεικνύμενος ἑαυτοῦ τὴν μακροθυμίαν. Διὰ τοῦτο λέγει ὁ θεός· Ἵνα διηγήσησθε τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις . Τὸν οὖν Φαραὼ μυρίων τιμωριῶν ἄξια δράσαντα κολάζει ὁ θεὸς καὶ λέγει πρὸς αὐτόν· Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ἵν’ ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ἀναγγελῇ τὸ ὄνομά μου πάσῃ τῇ γῇ . Ἵνα διὰ σοῦ ἄλλους κερδάνω· ἵνα διὰ σοῦ ἄλλους σωφρονίσω· ἵνα διὰ σοῦ ἄλλους παιδεύσω. Καὶ ἵνα μάθῃς πῶς ὠφέλησεν ἡ τούτου ἀνατομὴ τοὺς ἄλλους, λάβε τῆς γραφῆς τὴν ἐνέργειαν. Ἡρπάγη ποτὲ τοῦ θεοῦ ἡ κιβωτὸς παρὰ τῶν ἀλλοφύλων καὶ ἦλθον οἱ μαντεῖς καὶ οἱ ψευδοπροφῆται πάντες καὶ ἔλεγον τοῖς βασιλεῦσι τῶν ἀλλοφύλων· Ἐξαποστείλωμεν τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ ἀφ’ ἡμῶν, τὴν χεῖρα αὐτοῦ τὴν κραταιάν. Οὐκ οἴδατε πόσα ἐποίησεν ὁ κύριος τοῖς Αἰγυπτίοις; Ἵνα τί σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐσκλήρυνεν Φαραώ; Ὢ τῆς εὐγνωμοσύνης τῶν ἐθνῶν· Αἰδέσθητι ὁ ἀντιλέγων τῶν ἀλλοφύλων τὰς φωνάς. Μή, εἶπον οἱ ἀλλόφυλοι, σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐσκλήρυνεν ὁ θεὸς τὴν καρδίαν Φαραώ. Αὐτῷ τῷ Φαραὼ ἐπέγραψαν τὴν ἀναισθησίαν. διὰ τί Σκληρύνωμεν τὰς καρδίας ἡμῶν, ὡς ἐσκλήρυνε Φαραώ; Οὐχ ὅτε ἐνέπαιξαν αὐτοῖς, τότε ἐξαπέστειλαν τὸν λαόν; Καὶ νῦν ἐξιλεωσώμεθα τὸν θεόν. Καὶ ἐν ἑτέρᾳ πάλιν παρεμβολῇ πολέμου, ὡς εἶδον τὴν κιβωτὸν οἱ ἀλλόφυλοι, λέγουσιν· Οὐαὶ ἡμῖν ,οὗτός ἐστιν ὁ θεὸς ὁ σκληρός, ὁ πατάξας τὴν Αἴγυπτον. Οὐαὶ ἡμῖν ,ἐξελοῦ ἡμᾶς, κύριε. Πρὸ τῆς πείρας βλέπετε, πῶς ἐσωφρόνισε Φαραώ. Ταῦτα βοῶσιν οἱ ἀλλόφυλοι. Καὶ ἑτέρα γυνὴ ἀλλόφυλος Ῥαάβ, ποτὲ πόρνη, νῦν δὲ σώφρων, ἐκείνη ἡ μνημονευομένη, λέγει τοῖς κατασκόποις· Ἔγνωμεν, ὅσα ἐποίησε κύριος ὁ θεὸς τοῖς Αἰγυπτίοις καὶ ἠκούσαμεν καὶ ἐταπεινώθη ἡμῶν ἡ καρδία καὶ οὐχ ὑπελείφθη ἐν ἡμῖν πνοή, ὅτι ὁ θεὸς ὑμῶν μέγας αὐτὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω . Ὁρᾷς ὅτι οὐ ψεύδεται ὁ θεὸς λέγων· Εἰς τοῦτο αὐτὸ ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ἀναγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ ; Τὸ δὲ τέλος τῆς ἀποστολικῆς διδασκαλίας τέλος γενέσθω τῶν ἡμετέρων λόγων. Λέγει ὁ Παῦλος· Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκε τὴν ὀργὴν ἐπὶ σκεύη ὀργῆς ἐν πολλῇ μακροθυμίᾳ. Οὐχ ἁπλῶς φησιν ἐπήγαγε τὴν ὀργήν, ἀλλ’ ἐπὶ τὸν ἄξιον τῆς ὀργῆς. Τί γὰρ λέγει; Ἤνεγκε ἐν πολλῇ μακροθυμίᾳ ὀργὴν ἐπὶ σκεύη ὀργῆς . Ὥσπερ γὰρ σὺ οἶδας μὲν πρὸς τὰ ὄντα ὁ ἀπόστολος· Τὸ λοιπόν, ἀδελφοί, ἰσχύετε, ἐνδυναμοῦσθε, καταρτίζεσθε . Εἰ δὲ κατηρτισμένοι ἐκ φύσεως, διὰ τί μοι λέγεις· Καταρτίζεσθε ; Τὸ δὲ καταρτίζεσθαι τὸ ἀπὸ τῶν τρόπων ἑαυτοὺς ἀξίους ἀποτελεῖν. Καὶ λάμβανε μαρτυροῦσαν τὴν φύσιν τῶν πραγμάτων. Τὸ ἔριον ἡ φύσις φέρει· τὸ δὲ κατηρτισμένον αἱ γυναῖκες ἐργάζονται. Ἀμέλει γοῦν κατάρτισμα καλοῦσιν αὐτὴν τὴν ὑφήν, αὐτὴν τὴν ἐργασίαν. Ὥσπερ οὖν ἡ φύσις προφέρει τὸ ἔριον, ἡ δὲ σοφία καταρτίζει τὸ παρασχεθὲν ὑπὸ τῆς φύσεως, οὕτως ὁ θεὸς πλάσας τὴν φύσιν, παρέδωκε τῇ προαιρέσει. Ἔριον ἡμῶν ἡ φύσις ἐστὶ λοιπόν. Ἐν σοί ἐστι τὸ καταρτίσαι ἐξ αὐτοῦ σκεῦος τιμῆς ἢ καταρτίσαι σκεῦος ἀτιμίας. Βαφεὺς εἶ· ἔλαβες παρὰ τῆς φύσεως ἐρέαν· ἔλαβες τὴν προαίρεσιν, ὥσπερ τινὰ βαφήν. Θέλεις βάψαι τὴν ἐρέαν πορφύραν βασιλικήν; Γίνῃ υἱὸς βασιλέως. Ἔβαψας αὐτὴν ἔργοις σκοτεινοῖς; Γίνῃ υἱὸς σκότους καὶ νυκτός, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς προαιρέσεως τὴν διαφορὰν καταρτιζούσης. Οὐδὲν τούτων ἐξ ἀνάγκης, κἂν φιλονεικῶσιν οἱ φιλόνεικοι. Διὰ γὰρ τὴν τοῦ θεοῦ χάριν, ὅσον ἧκεν εἰς δύναμιν ἡμετέραν, τὴν λύσιν πεποιήκαμεν, ὥστε τὰ ζητούμενα λοιπὸν ἐναποτιθέσθω τοῖς νοήμασι. Καὶ πρόσεχε ἀκριβῶς. Ἐάν τις ἀντιπέσῃ, οὕτως αὐτῷ ἀντίστηθι ἐν τοῖς οἰκείοις σκεύεσι καταβάλλειν. Καὶ οὐκ ἐπειδὴ πρόκειταί σοι σκεύη ἐν τῇ οἰκίᾳ, ἀδιαφόρως πᾶσι κέχρησαι, ἀλλ’ οἶδας ποῖον μὲν ἀγγεῖον δέχεται οἶνον, ποῖον δὲ ἀγγεῖον δέχεται ὄξος. Οὕτως οἶδεν ὁ θεὸς ποία ψυχὴ ἐπιτηδεία πρὸς ἔλεον, ποία ψυχὴ ἀξία τιμωρίας, οὐκ ἐπειδὴ οὕτω πεποίηται, ἀλλ’ ἐπειδὴ οὕτω διὰ τῆς οἰκείας πολιτείας κατεσκεύασται. Διὰ τοῦτο, ἀδελφέ, σκεύη καλεῖ καὶ τοὺς τιμωρουμένους, σκεύη καὶ τοὺς ἐλεουμένους. Εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ τὴν ὀργὴν ἐπὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ἐνδείξηται τὸν πλοῦτον τοῦ ἐλέους αὐτοῦ ἐπὶ σκεύη ἐλέους. Κἀκεῖνον ἐποίησε σκεῦος ὀργῆς τὸν τὴν ὀργὴν δεξάμενον καὶ τοῦτον σκεῦος ἐλέους τὸν τὴν φιλανθρωπίαν δεχόμενον, ἵνα δείξῃ ὅτι ἕκαστος ἐφ’ ἑαυτὸν προσκαλεῖται τὴν ὀργὴν καὶ τὸ ἔλεος. Ἀλλ’ ἴσως τις ἐπιλαμβάνεται τῆς φωνῆς ταύτης, μᾶλλον δὲ τῆς λέξεως ἐπὶ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν . Οὕτω φησὶν οὐκ ἐκ πολιτείας, ἀλλ’ αὐτὸς κατήρτισε. Δεῖ δὲ εἰδέναι ὅτι τὸ καταρτισθῆναι οὐκ ἐκ φύσεως, ἀλλ’ ἐκ προαιρέσεως. Καὶ τούτου δέχου τὴν μαρτυρίαν τὸ καταρτίζεσθαι τὸ ἐν τῇ προαιρέσει ἀποτελεῖν ἄξιον τιμωρίας ἢ φιλανθρωπίας. Λέγει γάρ· Ναί, οὐκ ἠκρίβωμαι τὰς γραφάς, ἀλλὰ τὸ ζητούμενον, ἵνα σὺ θεραπευθῇς. Καὶ γὰρ ὁ θεραπευόμενος παρὰ τῷ ἰατρῷ οὐ τὴν φύσιν τῶν φαρμάκων περιεργάζεται, ἀλλὰ πῶς θεραπευθῇ σπουδάζει. Ἐὰν εἴπῃ σοι ὁ ἀντιλέγων· Πῶς ἔμαθες; πῶς ἐδιδάχθης; εἰπέ· Πῶς μὲν ἔμαθον, οἶδα· πῶς δὲ ἀπαγγελῶ, οὐκ οἶδα. Οὐ γὰρ ἐθεράπευσα, ἀλλ’ ἐθεραπεύθην ἀκλινῆ τὴν ψυχὴν ἔχειν. Ἐὰν ἴδῃς αὐτὸν ἀντιλέγοντα, εἰπέ· Ἐπειδὴ ἐγὼ οὐκ ἐγενόμην ἰατρός, οὐδὲ ἰατρικὴν ἐπιστεύθην, ἐλθὲ πρὸς τοὺς ἰατροὺς καὶ ἀπαγγελοῦσί σοι τὴν τῶν φαρμάκων βοήθειαν. Γένοιτο δε ἡμᾶς ἰατρευομένους, δόξαν ἀναπέμπειν τῷ μόνῳ ἰατρῷ καὶ σοφῷ θεῷ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.