Ancient Greek · ~42 min
Section 3
Severianus Gabalensis, In Chananaeam et Pharaonem 3.1
Not analysed yet
Τί ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. Τῷ γὰρ Μωϋσῇ λέγει ἐλεήσω ὃν ἂν θέλω καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Τὴν φωνὴν ταύτην Παῦλος οὐκ ἐξ οἰκείου προσώπου ποιεῖται. Ἀκολουθία γάρ ἐστι τῆς ἀντιθέσεως. Σωματοποιεῖ τοίνυν ἀντίθεσιν Παῦλος ἐκ προσώπου τῶν μαχομένων. Τί ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ –Μὴ γένοιτο. –λέγοντι ἐλεήσω ὃν ἂν θέλω καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω; Ἡ ἀντίθεσις οὐ πᾶσαν ἀκολουθίαν ἔλαβε. Τὸ δὲ Μὴ γένοιτο παρένθεσίς ἐστι. Πρὶν γὰρ λύσῃ τὴν φιλονεικίαν, εὐθέως ἀνέστειλε τὴν βλασφημίαν. Ἵνα μή τις, ἐν ὅσῳ ἐξετάσῃ τὸ ὄνομα, προλαβὼν καταψηφίσηται τοῦ θεοῦ, παρεντίθησιν ὡς σοφὸς ἱατρὸς μέσον τὸ Μὴ γένοιτο ,ἵνα τῇ ἀπαγορεύσει τοῦ δυσφήμου στήσῃ βλασφημουμένην τὴν ἀλήθειαν. Ὁ ἀνθιστάμενος τοῦτό φησι· Περὶ τοῦ Ἰακὼβ εἶπε· Τὸν Ἰακὼβ ἠγάπησα· τὸν δὲ Ἠσαῦ ἐμίσησα· καὶ πρὸς Μωϋσῆν εἶπεν Ἐλεήσω ὃν ἂν θέλω καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Εἰ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, τί ἔτι μέμφεται; Εἰ γὰρ αὐτὸς τοῦτο ἐργάζεται καὶ αὐτὸς τοῦτο κατασκευάζει, διὰ τί παρ’ ἐμοῦ λόγον ἀπαιτεῖ, ὧν αὐτὸς ἐργάζεται; Ταύτην ἔχει τὴν δύναμιν πᾶσα ἡ ἀντιλογία. Τῷ γὰρ Μωϋσῇ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Ἄρα οὖν ὡς ἑτέρου τοῦ ἀνθισταμένου, ὡς ἀπὸ συλλογισμοῦ συνάγοντα ἐπήγαγε· Τὸν Ἰακὼβ ἠγάπησα· τὸν δὲ Ἠσαῦ ἐμίσησα. Ἐπήγαγε δὲ καὶ ἄλλην φωνήν· Ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει. Ὡς οὖν συναγαγὼν τὸν συλλογιζόμενον ταῦτα λέγει ὁ ἀντιθέμενος· Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. Εἰ οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει· εἰ ὃν θέλει ἀγαπᾷ, ὃν δὲ θέλει μισεῖ, ἐμοὶ τί ἐγκαλεῖς; Εἰκῆ λοιπὸν φέρω τὴν εὐσέβειαν· εἰκῆ τρέχω πρὸς τὴν ἀλήθειαν. Οὐ γὰρ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. Ταῦτα πάντα ἐκ προσώπου τοῦ ἀντιλέγοντος. Καὶ οὐκ ὀκνεῖ λοιπὸν ὁ ἀπόστολος ἰσχυρῶς αὐτῷ ἀντιστῆναι, οὐ κυρῶσαι βουλόμενος τὴν ἀντιλογίαν, ἀλλὰ λῦσαι πᾶσαν τῶν ἐθνῶν τὴν ὑπόνοιαν. Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Ἐρεῖ οὖν μοι· Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ἀρχὴν λοιπὸν τῆς ἀπαντήσεως ποιεῖται ὁ Παῦλος λέγων· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Ἐνταῦθα οὐκ ἔστι λύσις τῆς ἀντιλογίας, ἀλλὰ πρῶτον ἀγανάκτησις κατὰ τῶν τολμώντων συζητεῖν τῷ θεῷ. Τὸ γὰρ ἐπιστομίσαι τὸν ἀντιλέγοντα, οὐκ ἦν λύοντος τὸ ζήτημα, ἀλλ’ αὐξάνοντος τὴν ἀπορίαν. Εἰ ἐπετίμησάς μοι τὰ δίκαια λέγοντι, σιωπῶ καὶ φέρω τὴν αὐθεντίαν. Διὰ τί οὖν ἐγκαλεῖς καὶ οὐ πείθῃ; Ἀλλὰ πρῶτον ἐπιστομίζει τὸ θράσος τῆς ἀνθρωπίνης προπετείας καὶ τῆς τολμώσης καὶ ὅλως σπουδαζούσης λόγον πατέρα θεοῦ λαμβάνειν τῶν γιγνομένων· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινστω θεῷ; Καὶ λαμβάνων ὑπόδειγμα κοινόν –Δεῖ γὰρ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἱστᾶν τὰ νοήματα. –,ὡς εἴ τις ἐθεάσατο δεσπότην τινὰ τὸν ἑαυτοῦ οἰκέτην τύπτονα, παρελθὼν εἰς μέσον ἔλεγε· Διὰ τί τύπτεις; Ὁ δὲ τὴν δεσποτικὴν αὐθεντίαν προτείνας ἔλεγε· Καὶ τί πρὸς σέ; Οὐκ ἐξουσίαν ἔχω τοῦ ἐμοῦ οἰκέτου; Οὐκ ἔστιν ἐμός; Οὐ τῇ ἐμῇ ἐξουσίᾳ ὑπόκειται; Ταῦτα μηνύοντός ἐστι τὴν αὐθεντίαν, οὐ δεικνύοντος τὴν ἀκολουθίαν. Καὶ πρὸς μὲν τὸν ἀνθιστάμενον εὐθέως ὁ ἀγανακτῶν λέγει· Τί πρὸς σέ; ὅταν μέντοι πέψῃ τὸν θυμόν καὶ καταστείλῃ τὴν ἑαυτοῦ ἀγανάκτησιν, εἰς ἡμερότητα ἐλθών, λοιπὸν ἀπολογεῖται πρὸς τὸν ἐγκαλοῦντα· Ἵνα δέ μου μὴ καταγνῷς, ἄνθρωπε, ὅτι ἀκαίρως ἐτύπτησα, μάθε τὰ τετολμημένα· τοῦτο καὶ ἀπόστολος ποιεῖ. Ἀπαιτούμενος γὰρ λόγον παρὰ τῶν ἀντιλεγόντων ἐπεὶ ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει, τί οὖν ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; Ἐπειδὴ εἶδεν ἀφωσιωμένην τὴν φωνὴν λεγει· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Ὁ πηλὸς νομοθετεῖ τῷ πλάστῃ; Τὸ ποίημα περιεργάζεται τὸν ποιήσαντα; Ὁ δοῦλος ἀπαιτεῖ λόγον παρὰ τοῦ δεσπότου; Οὐδ’ ἐκ τῶν κοινῶν πραγμάτων διδάσκῃ ὅτι καὶ περὶ ἐλευθερίας ἀγωνιζόμενος οἰκέτης, ἐπειδὰν εἰς δουλείαν ἕλκηται, οὐ τολμᾷ οἰκεῖον στῆσαι πρόσωπον, ἀλλ’ ἕτερον λαμβάνει τὸν συναγωνιζόμενον, ἵνα μὴ ἐξ ἐναντίας πρόσωπον δούλου ἀντιστήσῃ τῇ δεσποτικῇ ὄψει; Καὶ σὺ ἄνθρωπος ὢν θνητός, πρὸς τὴν ἀθάνατον ὄψιν σεαυτὸν ἐξεικάζεις; Τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Ὁ πρόσκαιρος πολυπραγμονεῖς τὸν αἰώνιον; ὁ θνητὸς τὸν ἀθάνατον; ὁ εἰς τάφον λυόμενος τὸν ἐν οὐρανῷ κατοικοῦντα; ὁ ἀπὸ γῆς τρεφόμενος καὶ εἰς γῆν ἀποστρέφων τὸν διαιωνίζοντα ἐν πᾶσι τοῖς χρόνοις λόγον ἀπαιτεῖς; Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι τὸ μὲν εἰς τιμὴν σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν; Ναί φησι· Καλῶς ἐπιστομίζεις, τὸ δὲ ζητούμενον οὐ λύεις. Ἐξ ὧν γὰρ ἐπιστομίζεις, πλεονάζεις τὸ ἔγκλημα. Εἶπε γὰρ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ποιῆσαι τὸ μὲν σκεῦος εἰς τιμήν, τὸ δὲ εἰς ἀτιμίαν; Οὐκοῦν αὐτός ἐστι καὶ ὁ τοὺς ἀτίμους ποιῶν. Καὶ τί ἔτι μέμφῃ μοι; Τῆς γὰρ φωνῆς σου ταύτης οὐκ ἀνέχομαι· Ἐξ ὧν γὰρ οὐ λύεις τὸ ἔγκλημα, πλεονάζεις τὴν ἀπορίαν. Διὰ τοῦτο ὁ ἀπόστολος, ὅτε ἐπετίμησεν ὡς προπετευσαμένοις, τότε διορθοῦται ὡς σφαλλομένους καὶ λέγει μὲν ἀγανακτῶν· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; Οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν; Ὡς δὲ συνεῖδεν ὅτι ἐξ ὧν ἐπιστομίζει, μᾶλλον πλεονάζει τὴν ἀντιλογίαν, εὐθέως ἐπάγει· Εἰ δὲ θέλων ὁ θεὸς ἐπιδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ. Κατὰ μέρος ἐξεταζέσθω τὰ ῥήματα· Οὐ γάρ ἐστιν ἀπὸ ψιλῶν φωνῶν ἐκλαμβάνειν τὴν ἀλήθειαν. Ἔδειξε μὲν καὶ ἐπαίδευσεν ὅτι οὐ δεῖ παρὰ τοῦ θεοῦ λόγον ἀπαιτεῖν καὶ κατεχρήσατο Παῦλος τῇ φωνῇ τοῦ θεοῦ διὰ Ἡσαΐου λαλούσῃ. Λέγει γὰρ ὁ θεὸς πρὸς τὸν παλαιὸν λαόν· Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας; Μὴ ἀποκρίνεται ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς; Μὴ ἀποκρίνεται τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας; Ὑμεῖς δὲ περὶ τῶν ἔργων μου ἐντέλλεσθέ μοι καὶ τῶν υἱῶν μου. Τὴν φωνὴν τοῦ Ἡσαΐου τὴν ἐπιστομίζουσαν Παῦλος ἐκλαμβάνων διορθοῦται τὰς ἀπεσφαλμένας γνώμας. Λοιπὸν τὰ μὲν τῆς ἐπιτιμήσεως ἐδείχθη, τὰ δὲ τῆς λύσεως ἀκολουείτω, ἵνα μάθῃς, ἀδελφέ, ὅτι Παῦλος οὐ πρὸς τὴν ἀκρίβειαν τῶν ζητουμένων προσήγαγε τὸ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; ,ἀλλὰ δι’ ἀγανάκτησιν. Ἐνταῦθα μὲν γὰρ ἐπιγράφει τῷ πλάστῃ τὰ πάντα καὶ λέγει· Οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιῆσαι σκεύη, τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν; Ἐνταῦθα πρὸς ἔνστασιν λαλεῖ, οὐ πρὸς τὴν ἀκρίβειαν τοῦ δόγματος. Ἀλλαχοῦ δὲ βουλόμενος δεῖξαι ὅτι σκεῦος τιμῆς καὶ σκεῦος ἀτιμίας οὐκ ἀπὸ τοῦ θεοῦ κατασκευάζεται, ἀλλ’ ἀπὸ τῆς τῶν ἐργαζομένων προαιρέσεως ἢ πρὸς τὰ φαῦλα ῥεπούσης ἢ πρὸς τὴν ἀρετὴν βλεπούσης, λέγει τῷ Τιμοθέῳ· Ταῦτα γράφω πρὸς σέ, ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι. Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα. Ταῦτα ὁ αὐτὸς Παῦλος. Οὐ γὰρ παράγω ἀλλαχόθεν μαρτυρίαν, ἵνα μὴ εἴπῃς οὐχ εὑρὼν ἐκ τοῦ ἀποστόλου λύσιν, εἰς ἑτέραν μετεπήδησε γραφήν. Ὁ αὐτὸς Παῦλος ὁ τούτοις ἀγανακτήσας, ὅτε ἐκτὸς ἀγανακτήσεως φθέγγεται, πρὸς ἀκρίβειαν διαλέγεται. Λέγει οὖν ὁ Παῦλος· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν. Καὶ τί ἐπάγει; Ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Ὁ ἐνταῦθα τῷ πλάστῃ ἐπιγράψας τὸ σκεῦος τῆς τιμῆς καὶ τὸ σκεῦος τῆς ἀτιμίας, ἐν ἑτέρῳ τόπῳ τῇ προαιρέσει τὸ πᾶν ἀποδέδωκεν. Ἐὰν τις ἑαυτὸν ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένον. Ὅρα ὅτι ἑτέρως μὲν ἐπιτιμῶν φθέγγεται, ἑτέρως δὲ διδάσκων συντίθεται. Καὶ κατὰ τὴν προλαβοῦσαν εἰκόνα τοῦ δεσπότου τοῦ τὸν ἑαυτοῦ οἰκέτην τύπτοντος, πρὸς τὸν ἀλλότριον εὐθέως ἀπηνῶς ἐφθέγξατο, πρὸς δὲ τὴν ἀλήθειαν ταύτην παρέλκων. Οὕτω καὶ ἐνταῦθα ἔδειξεν ὅτι σκεῦος τιμῆς καὶ σκεῦος ἀτιμίας θεὸς οὐ ποιεῖ, ἀλλὰ κοινὴν ποιεῖται τὴν φύσιν· ἡ δὲ προαίρεσις σχίζει τὴν δημιουργίαν. Καὶ ἵνα μάθῃς ἀκριβῶς ὅτι οὐκ ἐκ φύσεως ἐπλάσθημεν σκεύη τιμῆς καὶ σκεύη ἀτιμίας, ἡ γραφὴ παιδεύει. Εἰ οὕτως ἐπλάσθη σκεῦος ἀτιμίας, διὰ τί με ἡ γραφὴ διδάσκει εἶναι καλόν; Ὃ γὰρ ἐπλάσθην κατὰ φύσιν μετατεθῆναι οὐ δύναμαι. Διὰ τί παιδεύει εἶναι ἀγαθὸν τὸν κατὰ φύσιν ὄντα κακόν; Διὰ τί ἀσφαλίζεται τὸν ἀγαθὸν λέγων· Ὁ ἑστὼς βλεπέτω μὴ πέσῃ ; Εἰ ἐκ φύσεως καλός, τί ἀσφαλίζει τὸν ἀσφαλῆ; Εἶτα καὶ τὸ ἀκόλουθον πρὸς τὸ οὐ θέλοντος, οὐδὲ τοῦ τρέχοντος ,εἰ μηδέν ἐστιν ἐπ’ ἐμοὶ τῷ θέλοντι, διὰ τί κηρύττεις; Εἰ μηδὲν ἐπὶ τῷ τρέχοντι, διὰ τί κάμνεις; Εἰ μηδὲν ἐπὶ τῷ τρέχοντι, διὰ τί ὁ θεὸς ἔλεγεν· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε ; Εἰ μηδὲν ἐπὶ τῷ θέλοντι, διὰ τί ὁ σωτὴρ ἔλεγε· Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου καὶ οὐ ἠθελήσατε; Οὐ θέλοντος, οὐδὲ τοῦ τρέχοντος. Εἰ μηδέν ἐστιν ἐπὶ τῷ τρέχοντι, διὰ τί ἔλεγε Γαλάταις· Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν; Εἰ μὴ τοῦ θέλοντός ἐστι, μηδὲ τοῦ τρέχοντος, διὰ τί Παῦλος λεγει· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως; Τῶν ὄπισθεν ἐπιλανθάνομαι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω. Τί κάμνεις ἢ τί τρέχεις; Σὺ εἶπας οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος . Ἀλλ’ ἡ γραφὴ λύει τὴν ἀμφιβολίαν. Οὐ τοῦ θέλοντος τοῦ Ἰσαάκ –Ἤθελε γὰρ εὐλογῆσαι τὸν πρωτότοκον. –οὐδὲ τοῦ τρέχοντος τοῦ Ἠσαῦ εἰς τὸ πεδίον, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ τὸν Ἰακώβ. Οὐ τοῦ θέλοντος τοῦ Ἠσαῦ, οὐδὲ τοῦ τρέχοντος τοῦ Ἰσαάκ, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ τὸν Ἰακώβ. Ἀλλ’ ἐλύθη μὲν τὸ οὐ τοῦ θέλοντος οὕτω. Διὰ τί δὲ ὅλως τοῦ ἐλεοῦντος θεοῦ ; Μένει γὰρ ἀκμὴν τὸ ζήτημα· Ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. Πρόσεχε ἀκριβῶς, ἀδελφέ. Ὁ θεὸς προγινώσκει μὲν πάντα, προγινώσκει δέ, οὐχ ὡς αὐτὸς τυπῶν τὰ μέλλοντα, ἀλλὰ προειδὼς τὰ μέλλοντα καὶ τὰ ἐσόμενα. Ἄλλα γάρ ἐστιν, ἃ κατὰ τὴν ἰδίαν οἰκονομίαν προορίζει, ἄλλα ἐστίν, ἃ ἀπὸ τῶν ἡμετέρων πράξεων προγινώσκει, ἄλλο προτυπῶσαι, ἄλλο προγνῶναι. Ἐὰν προγνῶ τὸν κακὸν ἐσόμενον κακόν, οὐχ ἡ πρόγνωσίς μου ἐποίησε κακὸν αὐτό. Οἷόν τι λέγω· Ἐὰν ἴδω πολλάκις ἄνδρα νέον ὑπὸ τῶν πατέρων καταλειφθέντα κληρονόμον μεγάλης οὐσίας, ἴδω δὲ αὐτὸν παιδείας ἀπέχοντα, τοῖς τρυφῶσι συζῶντα, περὶ τὰς θέας ἔχοντα, πρὸς τὰς ἱππομανίας σχολάζοντα, εὐθέως ἀφορῶν λέγω· Οὗτος εἰς μικρὸν χρόνον σκορπίσει τὴν οὐσίαν, οὗτος τὴν πατρικὴν κληρονομίαν ἀπόλλυσιν· οὐκ ἐπειδὴ προεῖδον, ἐτύπωσα, ἀλλ’ ἀπὸ τῶν ἠθῶν ἐτεκμηράμην· καὶ ποιεῖ τὴν ἀπόβασιν οὐχ ἡ πρόγνωσις τοῦ θεασαμένου, ἀλλ’ ἡ πολιτεία τοῦ κακῶς ἀναστρεφομένου. Πολλάκις οὖν, ἀδελφέ, καὶ ἐπ’ ἄλλων πραγμάτων λέγομεν· ὁρῶμέν τινα ὁδὸν ὀλισθηρὰν ὁδεύοντα καὶ βακτηρίαν οὐκ ἔχοντα, καὶ εὐθέως λέγομεν· Οὗτος ὀλισθῆσαι ἔχει· ἀγνοεῖ τῶν τόπων τὴν φύσιν, περιπεσεῖν ἔχει ὀλισθήμασιν. Ἆρ’ ἐπειδὴ προλέγεις, αὐτὸς ἐργάζῃ;