Ancient Greek
Chapter 1
Severianus Gabalensis, In cosmogoniam homilia 1 1.1
Not analysed yet
Φέρε πάλιν τῆς ἐπαγγελίας ἁψώμεθα καὶ τὴν κατὰ τὸν παράδεισον ὑπόθεσιν εἰς τέλος ἐξανύσωμεν. Εἰ γὰρ καὶ ἀφόρητον ἐγένετο κακὸν τὸ τὸν Ἀδὰμ ἐκβληθῆναι τοῦ παραδείσου ,πολλῷ μᾶλλον ἔσται κακὸν τὸ καὶ ἡμᾶς ἐκβεβλῆσθαι τῆς μνήμης τοῦ παραδείσου. Ἁψώμεθα δὲ τῆς ὑποθέσεως, μὴ κοινοῖς λόγοις τὴν ἐξέτασιν ἐπιτρέψαντες, ἀλλ’ ἀπ’ αὐτῆς τῆς ἁγίας γραφῆς τῶν ἀπορουμένων τὴν λύσιν λαμβάνοντες. Ὁ γὰρ νοῶν καὶ φρονῶν ὡς βούλεται, ἑαυτὸν ἀπατᾷ. Ὁ δὲ παρὰ τῆς γραφῆς μανθάνων τῶν ἀπορουμένων τὴν λύσιν, αὐτὴν ἔχει τὴν ἀλήθειαν ἑαυτῆς διδάσκαλον. Ἐπεὶ τοίνυν πολλοὶ καὶ τῶν πιστῶν ἀναγινώσκοντες ἀποροῦσι καὶ τῶν ἀπίστων ἀγνοοῦντες βλασφημοῦσιν, ἵνα καὶ τοῖς ἁγίοις δῶμεν τὴν πληροφορίαν καὶ τοῖς ἀπίστοις τὸν ἔλεγχον, ἁψώμεθα κατὰ δύναμιν τὴν ἡμετέραν, παρακαλέσαντες τὸν θεὸν μεθ’ ὑμῶν χορηγῆσαι τῆς ἀληθείας τὴν ἀφθονίαν. Ὅπως μὲν οὖν ὁ ἄνθρωπος κατεσκευάσθη, ὅπως σώματι διεπλάσθη, ὅπως ψυχὴ ὑπὸ θεοῦ δημιουργηθεῖσα ἐνεβλήθη αὐτοῦ τῷ σώματι, ὅπως τὸν παράδεισον ἔσχε κατοικητήριον, εἰ καὶ μὴ κατ’ ἀξίαν, ἀλλ’ οὖν γε ὅσον κατὰ δύναμιν ἡμετέραν, ἱκανῶς προείρηται. Λοιπὸν δὲ ἐπὶ τὸ προκείμενον τὸν λόγον τρέψωμεν. Ἐδόθη μὲν τῷ Ἀδὰμ πᾶσα ἡ γῆ, ἦν δὲ ἐξαίρετον αὐτοῦ οἰκητήριον ὁ παράδεισος. Ἐξῆν δὲ αὐτῷ καὶ ἔξω τοῦ παραδείσου βαδίζειν. Ἀλλὰ τὰ ἔξω τοῦ παραδείσου οὐ τῇ οἰκήσει τοῦ ἀνθρώπου ἀφώριστο, ἀλλὰ τοῖς ἀλόγοις, τοῖς κτήνεσι, τοῖς τετράποσι, τοῖς θηρίοις, τοῖς ἑρπετοῖς. Ἦν δὲ αὐτῷ βασιλικὸν καὶ δεσποτικὸν ἐνδιαίτημα ὁ παράδεισος. Διὰ τοῦτο καὶ ὁ θεὸς ἤγαγε πρὸς τὸν Ἀδὰμ τὰ ζῷα ὡς κεχωρισμένα αὐτοῦ. Οὐ γὰρ πάντοτε παρίστανται τὰ δοῦλα τῷ δεσπότῃ, ἀλλ’ ὅταν αὐτῶν ᾖ χρεία. Ὠνομάσθη τὰ ζῷα καὶ εὐθὺς ἐξεβλήθη. Ἔμεινε δὲ ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ. Λοιπὸν ἐνταῦθα τὴν ἀκριβῆ κατανόησιν μάθωμεν. Ἐπετρέπετο τοῖς ἀλόγοις καὶ προσιέναι τῷ Ἀδὰμ καὶ ὑποκλίνεσθαι καὶ ὑποσαίνειν αὐτῷ· Οἷόν τι λέγω. Ὥσπερ ἦσαν τρεῖς ξύλων διαφοραί. Ἦν γὰρ ξύλα τὰ τρέφοντα αὐτὸν εἰς τὸ ζῆν, ἦν ξύλα τὰ δοκιμάζοντα αὐτὸν εἰς τὸ εὖ ζῆν καὶ ἦν ξύλον τὸ φυλάττον αὐτὸν εἰς τὸ ἀεὶ ζῆν, οὕτω καὶ τῶν ζῴων τῶν ἀλόγων τρεῖς ἐδόθησαν αὐτῷ διαφοραί· μία εἰς βρῶσιν –οὐκ αὐτῷ δὲ μόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ ἀφώριστο γένει –,μία εἰς βρῶσιν, ἄλλη εἰς ὑπηρεσίαν, ἄλλη εἰς ψυχαγωγίαν· οἷον εἰς βρῶσιν τὰ νῦν θυόμενα, εἰς ὑπηρεσίαν ἵπποι, κάμηλοι, ὄνοι, βόες, τὰ ἄλλα τὰ ὑπουργοῦντα, εἰς ψυχαγωγίαν τὰ μιμηλὰ ζῷα, αἱ φωναὶ τῶν ὀρνίθων τῶν ἀερίων αἱ φαιδραί, αἳ καὶ τὰς ἀκοὰς θέλγουσιν. Ὥσπερ γὰρ σῶμα μετὰ τὸν κάματον, ἐὰν μὴ ἀποδύσηται τοὺς πόνους, οὐκ ἀντέχει πρὸς ἑτέρους πόνους, οὕτω καὶ ψυχὴ τοὺς τῆς ἀρετῆς πόνους ὑπομένουσα, ἐὰν μὴ ταῖς ἡδείαις ὄψεσι ψυχαγωγηθῇ, οὐκ ἀρκεῖ πρὸς τὸν τόνον τῆς ἀρετῆς. Ὅταν ἴδῃ ὁ θεὸς κάμνουσαν ψυχήν, ψυχαγωγεῖ αὐτὴν διὰ τῶν ἡδέων· οἷον γίνεται καὶ ἐφ’ ἡμῶν. Πολλάκις γὰρ ἐξ ἀγορᾶς ἐπανελθὼν ὁ ἄνθρωπος καὶ μυρίαις λύπαις περιαντληθεὶς τὴν διάνοιαν καὶ συντυχὼν ὄψεσι πολλάκις βαρείαις καὶ ἀφορήτοις περιπεσὼν συμφοραῖς καὶ ζημίαις, ἐλθὼν εἰς τὴν οἰκίαν εὑρίσκει παιδίου ψυχαγωγίαν καὶ τὸ σκληρὸν τῶν πόνων ἀλείφει τὸ ἁπαλὸν τῆς διανοίας. Ἐπειδὴ γὰρ αὐτῷ ἀθυμοῦντι οὐ γυνὴ προσέρχεται παραμυθουμένη, ὡς ἄκαιρον ἔχουσα τὴν παραμυθίαν, οὐκ οἰκέτης τολμᾷ παραμυθήσασθαι, εἰσάγει ὁ θεὸς τὴν ἄπλαστον φύσιν τὴν συγγνώμης ἀξιουμένην, ἐξ ὧν οὐκ οἶδε, καὶ δι’ αὐτῆς ἀλείφει τὴν ἐκ τῶν πόνων κεκμηκυῖαν ψυχήν. Οἰκέτης ἐὰν προσγελάσῃ, νομίζεται ἐπιγελᾶν τῇ ὕβρει τοῦ δεσπότου· ἡ γυνὴ ἐὰν γελάσῃ, νομίζεται ἀναισθητεῖν περὶ τὴν συμφοράν· τὸ παιδίον ἀνύποπτον ἔχει τὴν κολακείαν διὰ τὴν ἐκ τῆς φύσεως ἀκεραιότητα· καὶ πολλάκις ἃ μὴ ἴσχυσαν φίλοι συμβουλεύοντες, σοφοὶ νουθετοῦντες, ἴσχυσε παιδίον γελάσαν μόνον λῦσαι τὴν πᾶσαν συμφοράν. Καὶ λοιπὸν ἡ ψυχὴ ἐν αὐτῇ τῇ ἀκμῇ τῆς λύπης, ὁρᾷ μὲν τὸ παιδίον καὶ τὰς ἀρχὰς ἀνανεύει, καὶ ἀπωθεῖται τὴν ἄκαιρον ψυχαγωγίαν· ἕλκεται δὲ τῇ παραμονῇ, καὶ ὅταν πολλάκις ἐπικλίνῃ τὸ ὄμμα, ἁρπάζεται τὴν διάνοιαν· εἶτα ἀναλαβὼν τὸν παῖδα, ἀποτίθεται τὴν λύπην καί φησι· Τοῦτόν μοι χαρίσεται ὁ θεὸς μόνον καὶ οὐδείς μοι λόγος τῶν ἄλλων. Εἶδες πῶς καὶ ἀπὸ τῶν τυχόντων ἐγείρει ὁ θεὸς τῇ ψυχῇ τὴν παραμυθίαν; Ἐπεὶ οὖν μόνος ἦν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ, οὐ φίλον ἔχων, οὐ γείτονα, οὐ συγγενῆ, εἰσήγαγεν αὐτῷ ὁ θεὸς τὰ ζῷα εἰς ψυχαγωγίαν αὐτοῦ οἷον, ὥσπερ ἐστὶ σήμερον τὰ ζῷα τὰ μιμηλά, τὰ μὲν μιμούμενα σχήματα, τὰ δὲ φωνήν· οἷον μιμεῖται τὰ σχήματα τῶν ἀνθρώπων πίθηκος καὶ ὅσα τοιαῦτα· φωνὴν ψιττακὸς καὶ ἕτεροι στρουθοί. Εἶχεν οὖν ψυχαγωγίαν τὴν παρὰ τῶν ἀλόγων τῶν μὲν κελαδούντων, τῶν δὲ ἄλλων ὑποσαινόντων. Πολλῶν τοίνυν ὄντων τῶν πληρούντων αὐτῷ τὴν παραμυθίαν, ὁ ὄφις φρονιμώτατος ἦν ὑπὲρ πάντα τὰ θηρία τῆς γῆς, καθὼς εἶπεν ἡ γραφή· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων, ὧν ἐποίησε κύριος ὁ θεός.