Ancient Greek
Chapter 2
Severianus Gabalensis, In cosmogoniam homilia 1 2.1
Not analysed yet
Ἦν οὖν καὶ τῶν μιμηλῶν μιμηλότερος καὶ τῶν ὑποσαινόντων ἐγγύτερος. Μὴ πρόσχῃς τῇ νῦν ὄψει, ὅτι καὶ φεύγομεν καὶ βδελυττόμεθα. Οὐκ ἦν οὕτως ἀπ’ ἀρχῆς. Φίλος ἦν ὁ ὄφις καὶ τῶν ὑποσαινόντων τὸν ἄνθρωπον ἐγγύτερος. Τίς οὖν αὐτὸν ἐχθρὸν ἐποίησεν; Ἡ τοῦ θεοῦ ἀπόφασις· Ἐπικατάρατος γὰρ σὺ ἀπὸ πάντων τῶν θηρίων. Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός. Ἐκείνη ἡ ἔχθρα τὴν φιλίαν ἔλυσε. Φιλίαν λέγω οὐ τὴν λογικήν, ἀλλὰ τὴν ἄλογον γνῶσιν. Ὥσπερ σήμερον ἐνδείκνυται κύων φιλίας σχῆμα, οὐ λόγῳ, ἀλλὰ φυσικῇ κινήσει, οὕτω καὶ ὁ ὄφις ὑπέσαινε τὸν ἄνθρωπον. Ὡς οὖν ἔχων πολλὴν οἰκειότητα, ὤφθη τῷ διαβόλῳ ὡς ἐπιτήδειον ὄργανον. Ἰδὼν οὖν Ἀδὰμ χαίροντα ἐπὶ τῷ ὄφει κἀκεῖνον ὑποσαίνοντα καὶ πολλὰ τῶν ἀνθρωπίνων μιμούμενον, ἐνενόησεν ὁ τῆς κακίας τεχνίτης, ὅπερ οἱ δόλους πλέκοντες διὰ τῶν ἰδίων νοθεύοντες ποιοῦσιν. Οὐδεὶς γὰρ περιγίνεται διὰ τῶν ἀλλοτρίων, ἐὰν μὴ διὰ τῶν οἰκείων· καθὼς εἶπεν ὁ σωτήρ· Ἐχθροὶ τῷ ἀνθρώπῳ οἱ οἰκιακοὶ αὐτοῦ. Λαλεῖ τοίνυν διὰ τοῦ ὄφεως ἔμφασιν παρασχὼν τῷ Ἀδάμ. Παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, μὴ παρέργως προσέχειν τοῖς λεγομένοις. Οὐκ ἔστι τὸ τυχὸν ζήτημα. Πολλοὶ γὰρ ζητοῦσι, πῶς ἐλάλησεν ὁ ὄφις· ἆρα ἀνθρωπίνῃ φωνῇ ἢ συρισμῷ ὄφεως, καὶ ἐνενόησεν ἡ Εὔα. Ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως ἐπεπλήρωτο σοφίας καὶ συνέσεως καὶ προφητείας. Ἐννόησον ὅσην εἶχε σοφίαν, ὅτι ἐπήρκεσεν ἄνθρωπος εἷς, διδάσκαλον μὴ λαβών, παρὰ μηδενὸς ἀνθρώπου διδαχθείς, θεῖναι ὀνόματα ὅλοις πετεινοῖς καὶ τοῖς ζῴοις καὶ τοῖς ἑρπετοῖς θηρίοις καὶ πᾶσιν ἁπλῶς. Ἀναζωγράφησον ἐν τῇ διανοίᾳ σου τὰ εἴδη, τὰ γένη. Ἵνα δὲ συντόμως εἴπω, τοσαῦτα ἔθηκεν ὀνόματα, ὅσα σήμερον ἡμεῖς μετὰ τὴν πεῖραν δευτερῶσαι οὐ δυνάμεθα. Ὅτε οὖν προσήνεγκεν ὁ θεὸς τὰ ζῷα τῷ ἀνθρώπῳ ὡς σοφὸς καὶ ἔχων θεοῦ πνεῦμα, τὴν ἑκάστου ἰδιότητα ἔβλεπε. Προσεῖχεν οὖν τῷ ὄφει ὡς φρονιμωτέρῳ, ὡς αἴσθησιν ἔχοντι, ὡς νοοῦντι ἀπὸ νευμάτων τὰ κινήματα. Οὕτως ἔχοντος τοῦ Ἀδάμ ἐνενόησεν ὁ διάβολος καὶ τοῦ ὄφεως τὸ φρόνιμον καὶ τοῦ Ἀδὰμ τὴν πρόληψιν. Εἶχε γὰρ περὶ τοῦ ὄφεως ὡς συνετοῦ. Λαλεῖ οὖν δι’ αὐτοῦ, ἵνα ὑπονοήσῃ ὁ Ἀδὰμ, ὅτι φρόνιμος ὢν ὁ ὄφις κατώρθωσε καὶ τὸ μιμήσασθαι τὴν τοῦ ἀνθρώπου φωνήν. Προσέρχεται τοίνυν ὁ ὄφις. Οὐδαμοῦ δὲ ἡ γραφὴ εἶπε τοῦτο, ὅτι ὁ διάβολος ἐν τῷ ὄφει ἐλάλησεν, ἀλλὰ καὶ Μωϋσῆς ἁπλῶς παρῆλθε τὴν ἱστορίαν. Πρόσεχε, παρακαλῶ, μετὰ ἀκριβείας. Παῦλος δεύτερος ὢν ἐν τῷ παραδείσῳ οὐδ’ αὐτὸς ἔλυσε τὴν λέξιν, ἀλλὰ λέγει· Ἐμνηστευσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δέ, μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ. Καὶ οὐκ εἶπεν, ὅτι ὁ διάβολος. Πιστὸς ἦν τῶν γραφῶν φύλαξ, ὑπηρέτης γραφῶν, παιδευτὴς γραφῶν, ἑρμηνευτὴς γραφῶν. Οὐκ ἐθέλησε λῦσαι τὴν λέξιν, ἵνα μὴ λύσῃ τῶν γραφῶν τὴν τάξιν, ἀλλὰ τῇ ἐννοίᾳ τὴν ἀπορίαν ἔλυσε. Φοβοῦμαί φησι μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Οὕτω· πῶς; Μὴ γὰρ ἐφοβεῖτο Παῦλος, μὴ πάλιν ὁ ὄφις ἔλθῃ καὶ ἀπατήσῃ τινάς; Ἀλλ’ οἶδα, φησίν, ὅτι ὁ μὲν ὄφις οὐ φαίνεται ἐκεῖνος, ὁ δὲ ἐν ἐκείνῳ ἐνεργήσας φαίνεται. Ἀλλ’ ὁ μὲν Παῦλος ὡς πιστὸς ὑπηρέτης καὶ τῶν ἁγίων γραφῶν φύλαξ οὐ παρέτρεψε τὴν λέξιν, ἀλλ’ ἀνέφηνε τὴν ἔννοιαν. Αὐτὸς δὲ ὁ τῶν ἀρχαίων καὶ τῶν νέων καὶ τῶν μελλόντων δεσπότης ἐσαφήνισε τὴν ἀπορίαν, ἵνα μή τις ἐπὶ τὸν ὄφιν ἀνενέγκῃ τὴν ἁμαρτίαν, ἀλλ’ ἐπὶ τὸν ἐνεργήσαντα. Λέγει οὖν ὁ Χριστὸς τοῖς Ἰουδαίοις, ὅτε εἶπον αὐτῷ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν. Εἰ ἦτε ἐκ τοῦ θεοῦ, τὰ ἔργα καὶ τὸ θέλημα τοῦ θεοῦ ἐποιεῖτε ἄν· νῦν δὲ ἐκ τοῦ πατρὸς ὑμῶν ἐστε τοῦ διαβόλου. Εἶπε τὸν διάβολον καὶ εὐθέως εἰσάγει τὴν ἱστορίαν· Ἐκεῖνός φησιν ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς. Καὶ ὁ μὲν οἰκέτης ὡς οἰκέτης ἡρμήνευσεν, ὁ δὲ δεσπότης ὡς δεσπότης ἐδίδαξεν· ἔδειξε τὸν φονεύσαντα τὸν Ἀδάμ. Οὐκ εἶπεν ἁπλῶς φονεὺς ἦν, ἀλλ’ ἀνθρωποκτόνος. Οὐ γὰρ ἕνα ἀνεῖλεν, ἀλλὰ δι’ ἐκείνου πάντα ἄνθρωπον. Καὶ ἐν τῇ ἀληθείᾳ φησὶν οὐχ ἕστηκεν, ὅτι ψεύστης ἐστί.