Ancient Greek
Chapter 5
Severianus Gabalensis, In cosmogoniam homilia 1 5.1
Not analysed yet
Πρόσεχε τοίνυν μετὰ ἀκριβείας. Εἰ γὰρ καὶ εἴρηται πρῴην, ἀλλ’ ἡ ὑπόθεσις ἕλκει τὸν λόγον. Ὁ δεδωκὼς τὰ πάντα θεὸς ἀόρατος ἦν, ὁ λαβὼν παρὰ τοῦ θεοῦ τὰ πάντα ὁρώμενος ἦν. Ὁ λαβὼν ἐφαίνετο, ὁ δεδωκὼς οὐκ ἐφαίνετο. Μόνος ἦν ὁ ἄνθρωπος· τὰ ἄλογα περὶ αὐτόν. Κατὰ κεφαλῆς οὐδένα εἶχεν. Ἔθηκεν αὐτῷ ὁ θεὸς νόμον, τὸ δένδρον εἰς ὑπόμνησιν ἐν μέσῳ, ἵνα μὴ λάθῃ λαβὼν τὴν δεσποτείαν. Οἷον, περιῄρει τρυγῶν τοὺς καρποὺς μετὰ τῆς γυναικός. Ἐπλησίαζε τῷ δένδρῳ· ἔλεγε μὴ ἁψώμεθα τοῦ δένδρου τούτου· περὶ γὰρ αὐτοῦ παρήγγειλεν ὁ θεός. Καὶ ἦν τὸ ὁρώμενον ὑπόμνησις τοῦ ἀοράτου· οἷα γίνεται καὶ νῦν. Ἐννόησον, πόσοι εἰσὶν ἄρχοντες ἀνὰ πᾶσαν τὴν γῆν. Καὶ ἐπειδὴ βασιλεὺς πᾶσιν οὐ πάρεστι, δεῖ παραστῆναι τὸν χαρακτῆρα τοῦ βασιλέως ἐν δικαστηρίοις, ἐν ἀγοραῖς, ἐν συλλόγοις, ἐν θεάτροις. Ἐν παντὶ οὖν τόπῳ, ἐν ᾧ πράττει ἄρχων, δεῖ παρεῖναι, ἵνα βεβαιῶται τὰ γινόμενα. Ὁ βασιλεὺς μὲν οὖν παρεῖναι πανταχοῦ, ὡς ἄνθρωπος οὐ δύναται, Θεὸν δὲ πάλιν φαίνεσθαι ὡς θεόν ἀνθρώποις ἀδύνατον. Δέδωκε τὸ δένδρον χαρακτῆρα τῆς βασιλείας, ὑπόμνησιν φέρον τῷ Ἀδὰμ, ὅτι πάντων ἔλαβε τὴν δεσποτείαν. Γνῶθι τὸν δεδωκότα τὴν ἐξουσίαν. Καὶ ἵνα μάθῃς, πῶς ὑπεμίμνησκεν αὐτοὺς τὸ δένδρον· ὅτε ὁ ὄφις ἠθέλησεν ἀπατῆσαι τὴν γυναῖκα, εἶπεν αὐτῇ· Διὰ τί εἶπεν ὁ θεὸς μὴ φαγεῖν ὑμᾶς ἀπὸ παντὸς ξύλου; Ἡ γυνὴ οὐκ ἐπελανθάνετο τοῦ νόμου, ἀλλὰ καὶ διορθοῦται τὴν ἄγνοιαν καί φησιν· Οὐκ εἶπεν ὁ θεὸς οὕτως, ἀλλ’ ἀπὸ παντὸς ξύλου φαγώμεθα· ἀπὸ δὲ τοῦ ξύλου τούτου, εἶπεν ὁ θεὸς μὴ φάγητε ἀπ’ αὐτοῦ, μηδὲ ἅψασθε αὐτοῦ. Βλέπε τὴν ἀκρίβειαν. Ὁ θεὸς οὐκ εἶπε· Μὴ ἅψησθε. Οὐδὲ γὰρ ἔφερε κίνδυνον τὸ ἅψασθαι· ἀλλ’ ἐκεῖνοι σύνεσιν ἔχοντες θεικήν τῶν λοιπῶν ἀπολαύοντες ὥρισαν παρ’ ἑαυτοῖς· Εἶπεν ὁ θεὸς μὴ γεύσησθε τοῦ δένδρου, ἡμεῖς δὲ μηδὲ ἁψόμεθα. Τοσοῦτον ἔμελε τῇ γυναικὶ τηρῆσαι τοῦ θεοῦ τὴν ἐντολήν. Ἦν οὖν τὸ δένδρον ἐν μέσῳ κείμενον, εἰς ὃ ἠπάτησεν αὐτούς. Ξένον ἄκουε πρᾶγμα. Ἐχρήσατο ὀργάνῳ πρὸς τὴν ἀπάτην πράγματι ἐμπεφυτευμένῳ τῷ ἀνθρώπῳ. Ὁ γὰρ θεὸς πλάττων τὸν ἄνθρωπον μετὰ τῆς ἄλλης γνώσεως ἐνέθηκεν αὐτῷ καὶ πόθον θεοῦ. Ἐπεὶ οὖν εἶδεν ἐν αὐτοῖς τὸν πυρσὸν τοῦ πόθου, λέγει· Γενήσεσθε ὡς θεοί. Νῦν, ὡς ἄνθρωποι, οὐ δύνασθε εἶναι πάντοτε μετὰ θεοῦ. Ἐὰν γένησθε ὡς θεοί, πάντοτε μέλλετε εἶναι μετ’ αὐτοῦ. Οὐ γὰρ εἶπεν αὐτοῖς· Ἐὰν φάγητε, γίνεσθε πολέμιοι τοῦ θεοῦ. Ἐπιθυμία οὖν τῆς ἰσοθεΐας ἀπατᾷ τὴν γυναῖκα, κἀκείνη τὸν ἄνδρα οὐκ ἀπατᾷ, ἀλλὰ πείθει. Καὶ μαρτυρεῖ Παῦλος λέγων· Ἀδὰμ οὐκ ἠπατήθη. Καὶ διὰ τί κατεκρίθη; Ὅρα τὸ δεινόν. Ἡ γυνὴ ἀπατηθεῖσα ἔφαγε· πείθει μετὰ τὸ φαγεῖν καὶ τὸν ἄνδρα, ἵνα μὴ μόνη διατραπῇ· καὶ ἔπεισεν, οὐκ ἠπάτησεν· οἷον γίνεται καὶ νῦν πολλάκις. Οἶδεν ἄνθρωπος τὴν πίστιν, ἀγαπᾷ τὸν νόμον, ζηλοῖ τὴν ὀρθοδοξίαν καὶ πείθεται τῇ γυναικὶ μὴ δεῖξαι τὸν ζῆλον, οὐκ ἀγνοῶν τὴν ἀλήθειαν, ἀλλὰ πειθόμενος τῇ συμβίῳ. Πολλοὶ γὰρ ἐνόμισαν, ὅτι ἀγνοῶν ὁ Ἀδὰμ ἔλαβε παρὰ τῆς γυναικός, οὐκ εἰδὼς πόθεν ἤγαγε τὸν καρπόν. Ἀλλ’ οὐκ ἔχει ἀπολογίαν· ὁ γὰρ θεὸς ἐλέγχει λέγων αὐτῷ· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου. Καὶ οὐκ εἶπεν ἐπειδὴ ἔλαβες παρὰ τῆς γυναικός σου καὶ μὴν ἠδύνατο εἰπεῖν ἠγνόουν, οὐκ ᾔδειν, πόθεν ἤνεγκε τὸν καρπόν. Τὸ ἔγκλημα τοῦ ἀνδρὸς οὐχ, ὅτι ἠπατήθη, ἀλλ’ ὅτι ἐδελεάσθη. Ἔλθωμεν λοιπὸν ἐπὶ τὸ δικαστήριον· ἴδωμεν τὰ ὑπομνήματα τὰ πρῶτα τὰ ἐπὶ τῆς ἁγίας ἐκείνης καὶ ἀδεκάστου δίκης καὶ φιλανθρώπου γινόμενα, τὰ γραφέντα γράμμασιν ἀθανάτοις, ὧν τὴν μνήμην καὶ τὴν ὄψιν καὶ τὴν φαιδρότητα οὐδὲ πᾶς ὁ αἰὼν λῦσαι δύναται. Πρόσεχε λοιπόν. Ἤκουσέ φησιν ὁ Ἀδὰμ τῆς φωνῆς κυρίου περιπατοῦντος τὸ δειλινὸν ἐν τῷ παραδείσῳ. Ἀπὸ τοῦ ψόφου ᾔσθετο καὶ ἀπὸ τῆς συνηθείας. Καὶ ἀπὸ τοῦ κτύπου εἶχε θεὸς φαίνεσθαι; Ἐφαίνετο οὐχ ὡς ἦν, ἀλλ’ ὡς ἠβούλετο. Εὐλογητὸς ὁ θεὸς τῶν ἁγίων, ὅτι τὸ δειλινὸν τότε τὸν Ἀδὰμ ἐπεσκέψατο καὶ νῦν ἐπὶ τοῦ σταυροῦ τὸ δειλινόν. Καὶ γὰρ κατ’ ἐκείνας τὰς ὥρας ὑπέμεινεν ὁ σωτὴρ τὸ πάθος, καθ’ ἃς διετέλεσεν ὁ Ἀδὰμ ἀπὸ τοῦ φαγεῖν ἕως τῆς παραβάσεως καὶ τῆς κρίσεως, ἀπὸ ἕκτης ὥρας ἕως ἐνάτης. Ἕκτῃ ὥρᾳ ἔφαγε· κανὼν γὰρ φύσεως· μετὰ τὴν ἕκτην ἀπεκρύβη. Τὸ δειλινὸν ἦλθε πρὸς αὐτὸν ὁ θεός. Ἐπεθύμησεν Ἀδὰμ γενέσθαι θεός, ἀδυνάτων δὲ ἐπεθύμησεν· ἔλυσεν αὐτοῦ ὁ Χριστὸς τὴν ἐπιθυμίαν. Ἐπεθύμησας σὺ γενέσθαι, ὃ οὐκ ἠδύνω· ἐπιθυμῶ ἐγὼ γενέσθαι ἄνθρωπος, ὃ δύναμαι· ἀντεσήκωσε γὰρ αὐτοῦ ὁ θεὸς τῇ ἀπάτῃ. Ἐπεθύμησας τῶν ὑπὲρ σέ, λαμβάνω τὰ ὑπ’ ἐμέ. Ἰσοθεΐας ἐπεθύμησας ἰσάνθρωπος γίνομαι. Διὰ τοῦτο καὶ Παῦλος λέγει· Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐπεθύμησας γενέσθαι θεὸς καὶ οὐκ ἠγανάκτησα διὰ τοῦτο· θέλω γάρ σε ἰσοθεΐαν ποθεῖν· ἀλλ’ ἡ ἀγανάκτησις, ὅτι παρὰ γνώμην τοῦ δεσπότου ἠθέλησας ἁρπάσαι τὸ ἀξίωμα. Ἐπεθύμησας γενέσθαι θεὸς καὶ οὐκ ἠδυνήθης, γίνομαι ἄνθρωπος καὶ τὸ ἀδύνατον δυνατὸν ποιῶ. Ὅτι δὲ ἐπιθυμῶν ἦλθε πρὸς τοῦτο, μαρτυρεῖ αὐτὸς λέγων, ὅτε τὸ πάσχα ἤσθιεν ὁ τρέφων μετὰ τῶν τρεφομένων καὶ τράπεζα προέκειτο τῷ τρέφοντι πᾶσαν τὴν ὑπ’ οὐρανόν. Λέγει τοῖς ἀποστόλοις· Ἐπιθυμίᾳ ἐπεθύμησα φαγεῖν τὸ πάσχα τοῦτο μεθ’ ὑμῶν. Μὴ γὰρ ἐβάσκηνά σου τῇ ἰσοθεΐᾳ; Σὺ τὰ ἐμὰ ἠθέλησας ἁρπάσαι μὴ δυνάμενος, ἐγὼ τὰ σὰ λαμβάνω δυνάμενος. Πρόσεχε. Κατῆλθε τὸ δειλινὸν καὶ λέγει· Ἀδὰμ, ποῦ εἶ;