Ancient Greek
Chapter 4
Severianus Gabalensis, In cosmogoniam homilia 1 4.1
Not analysed yet
Λοιπὸν ἐνταῦθα προσέχωμεν. Διὰ τί δὲ ὅλως ἐκλήθη ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ; Οὐ τοιαύτην εἶχε φύσιν, ἀλλὰ τοιαύτην ἤνεγκεν ὑπόθεσιν. Τὸ ἰδίωμα τῶν γραφῶν λέγω. Οἷόν τι λέγω. Ἐκλήθη ἐν τῇ ἐρήμῳ μία πηγὴ ὕδατος ὕδωρ ἀντιλογίας. Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ἆρα τὸ ὕδωρ τοιαύτην εἶχε φύσιν, ὡς εἰς ἀντιλογίαν φέρειν τὸν λαόν; Διὰ τί οὖν Μωϋσῆς πιὼν οὐκ ἀντεῖπε τῷ θεῷ; Ὥσπερ οὖν ἐκλήθη τὸ ὕδωρ ἀντιλογίας ὕδωρ, οὐ φύσιν ἔχον τοιαύτην, ἀλλὰ διὰ τὴν ἐπ’ αὐτῷ γενομένην ὑπόθεσιν. Ἐπειδή γὰρ ἐκεῖ ἀντεῖπεν ὁ λαός, διὰ τοῦτο ἐκλήθη ὕδωρ ἀντιλογίας . Πάλιν εἶδεν Ἰακὼβ τὸν θεὸν ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν, καὶ καλεῖ τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ. Ὁ τόπος οὐκ εἶχεν εἶδος θεοῦ ἢ μορφὴν θεοῦ, ἀλλ’ ἐπειδὴ ἐκεῖ αὐτῷ ἡ ὀπτασία ἐγένετο, ἐκάλεσε τὸν τόπον ἀπὸ τοῦ πράγματος. Ἄλλος τόπος ἐκλήθη εἰρήνη θεοῦ. Ὅτε τῷ Γεδεὼν ἐφάνη ἄγγελος, ἐφοβήθη καὶ λέγει· Οἴμοι, οἴμοι, ἀποθανοῦμαι· εἶδον γὰρ ἄγγελον θεοῦ. Λέγει αὐτῷ ὁ ἄγγελος· Εἰρήνη σοι, μὴ φοβοῦ. Καὶ ᾠκοδόμησέ φησι Γεδεὼν θυσιαστήριον καὶ ἐκάλεσεν αὐτὸ εἰρήνη θεοῦ. Ὥσπερ οὖν ὁ βωμὸς ἢ τὸ θυσιαστήριον οὐκ αὐτὸ εἰρήνην εἶχεν, ἀλλὰ τῆς γενομένης καὶ δοθείσης εἰρήνης ἦν σύμβολον, καὶ ὥσπερ τὸ ὕδωρ οὐκ εἶχεν ἀντιλογίαν, ἀλλὰ διὰ τὴν ἐπ’ αὐτῷ γενομένην ὑπόθεσιν οὕτως ἐκλήθη, οὕτω καὶ τὸ ξύλον οὐ γνῶσιν εἶχεν, ἀλλ’ ἐπειδὴ πᾶς ὁ ἁμαρτάνων εἰς γνῶσιν ἔρχεται ὧν ἁμαρτάνει. Οἷόν τι λέγω, πάλιν ἐν ὑποδείγματι· Ἐνίοτε παρερχόμεθα ὁδεύοντες διὰ τόπων λῃστευομένων καὶ ἔθος τοῖς ἀνθρώποις λέγειν· Οἱ τόποι δὴ οὗτοι φοβεροί εἰσιν. Ἆρα ὁ τόπος ἔχει φόβον; Ἢ διὰ τοὺς λῃστὰς λέγουσι τοὺς σχολάζοντας ἐν ἐκείνῳ τῷ τόπῳ; Οὕτω καὶ τὸ δένδρον ἐκεῖνο οὐ φύσιν εἶχε θανατοποιοῦ γνώσεως ἐργαστικήν, ἀλλ’ ἀπὸ τῆς περὶ αὐτὸ γενομένης τῷ Ἀδὰμ τραγῳδίας ἔλαβε τὸ ὄνομα. Λύω δὲ τὸ πρᾶγμα συντόμως· οὐ γὰρ ἀπορεῖ ἡ θεία γραφή. Σήμερον ἔχομεν θυσιαστήριον, οὗ μετέχουσιν οἱ πιστοί. Ἆρα αὐτὸ τὸ δῶρον φυσικὴν ἔχει σωτηρίαν ἢ διὰ τὴν ἐπικαλουμένην δόξαν ἔχεις ἐνέχυρον ἀπὸ τῶν παρόντων, μὴ ἀμφιβάλλῃς περὶ τῶν προλαβόντων; Ἐκεῖ βρῶμα θανατοποιόν, ὧδε βρῶμα ζωοποιόν. Εἰ τοῦτο τὸ βρῶμα σώζει φύσει καὶ οὐ χάριτι, κἀκεῖνο τῇ φύσει ἀναιρεῖ καὶ οὐ παραβάσει. Δείξω σοι ἄλλο βρῶμα ἔξω τοῦ παραδείσου θανατοποιόν, τὴν εἰδωλολατρείαν λέγω. Διὰ τί γὰρ παρῃτήσαντο οἱ μάρτυρες φαγεῖν κρέα; Διὰ τί ἐφοβοῦντο φαγεῖν; Ἆρα, εἰ ἔφαγον, ἀπέθνησκον; Οὐδαμῶς. Ἀλλ’ ἐπειδὴ ἐπωνόμαστο τῶν εἰδώλων ἡ μνήμη, ἔφυγον, οὐ τὴν βρῶσιν, ἀλλὰ τὴν τῶν μιαρῶν ἐπίκλησιν. Οὕτω γνωστὸν ἦν κακοῦ καὶ ἀγαθοῦ τὸ δένδρον ,οὐ γνῶσιν παρέχον, ἀλλ’ ἀπὸ τῆς παραβάσεως διδάσκον αὐτόν. Ἀεὶ γὰρ ἡ πεῖρα διδάσκει τὸν ἀνόητον, ὅτι κακὸν τὸ παραβῆναι. Πάλιν ἑτέρᾳ ὁδῷ λυθήσεται τὸ ζητούμενον, οὐχ ὡς τῶν πρώτων ἀτονούντων, ἀλλ’ ὡς τῆς χάριτος τοῦ θεοῦ πλουσίας οὔσης. Μὴ γάρ τις νομιζέτω τὴν ἐπαγωγὴν τῶν πολλῶν νοημάτων δι’ ἀσθένειαν γίνεσθαι τῶν προλαβόντων. Ἡ τοῦ θεοῦ γὰρ χάρις πλουσία οὖσα ἐκ τῶν ἑαυτῆς θησαυρῶν παρέχει ἡμῖν, ἐὰν ὦμεν ἄξιοι. Πρόσεχε τοίνυν. Οἱ μάρτυρες παρῃτήσαντο βρῶσιν εἰδωλοθύτων ὄντως φεύγοντες φαγεῖν, ὡς εἰ ἔφυγεν Ἀδὰμ τὸ δένδρον, ἐσώθη ἂν. Ὅτι δὲ οὐ τὸ εἰδέναι ἀγαθὸν καὶ κακόν, τοῦτο μισητόν, ἡ ἀλήθεια λάμπει. Ἐρωτῶν γὰρ ὁ θεὸς καὶ μὴ πράττων οἶδεν αὐτὸ ἢ οὔ; Τίς τολμᾷ εἰπεῖν, ὅτι οὐκ οἶδεν; Οὐ γάρ ἐστιν ἡ γνῶσις πρᾶξις. Ἆρα Παῦλος ὁ λέγων φεύγετε τὴν πορνείαν οὐκ ᾔδει, τί ἦν ἡ πορνεία; ὁ φεύγων μοιχείαν οὐκ ᾔδει, τί ἦν ἡ μοιχεία; Ἀλλ’ οὐ κατέκρινεν αὐτὸν ἡ γνῶσις. Αὐτὸς δὲ ὁ θεὸς οἶδεν ἡμῶν ὅλας τὰς πράξεις ἀριθμῶν καὶ λέγων· Ἐκ τῆς καρδίας ἐξέρχονται λογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, ἐπιορκίαι, ἀσέλγειαι, φθόνοι, πλεονεξίαι. Ταῦτα ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Ταῦτα ἀγνοῶν λέγει ἢ εἰδὼς ὁ θεὸς καὶ ὁ ἀπόστολος; Οὐχ ὑβρίζει οὖν ἡ γνῶσις τὸν Ἀδάμ. Ἔβλαψεν οὐχ ἡ γνῶσις, ἀλλ’ ἡ παράβασις. Θέλω δὲ ἐρωτῆσαι αὐτόν, ποῖον ἔμαθε παρὰ τοῦ ξύλου καλὸν ἢ κακόν; Μετὰ τὴν βρῶσιν ἔγνω, τί ἐστι φόνος; Οὐδεὶς οὐδέπω ἦν ὁ κολάζων· οὐ μοιχεία ἐγινώσκετο· οὐδέπω γὰρ ἦσαν γάμοι, οὐ πορνεῖαι, οὐχ ἁρπαγὴ ἦν· οὐδέπω γὰρ ἦν πλούσιος καὶ πένης, οὐ συκοφαντίαι καὶ ψευδομαρτυρίαι. Ποῖον οὖν ἔγνω κακὸν ἢ τοῦτο μόνον, ὅτι καλὸν ἦν τὸ ὑπακοῦσαι θεῷ, κακὸν δὲ τὸ παρακοῦσαι θεοῦ; Λέγω δὲ κοινὸν καὶ περιφερόμενον ῥῆμα, καὶ μή τις αὐτοῦ ὡς τολμηροῦ καταγνῷ. Εἰώθαμεν λέγειν τοῖς ἁμαρτάνουσιν ἀπειλοῦντες αὐτοῖς ἐπιστροφήν· Ποιῶ σε μαθεῖν ἐπιστροφήν. Ἆρα γνῶσιν λέγει τὴν μάθησιν; Τὸ οὖν γνωστὸν ἀπὸ τῆς πείρας τῶν συμφορῶν. Ἐπαίδευσεν αὐτὸν γνῶναι, πόσοις καλοῖς συνεζεύχθη παραβάς.