Ancient Greek · ~28 min
Section 1
Severianus Gabalensis, In Genesim sermo 2 1.1
Not analysed yet
Κατ’ εἰκόνα θεοῦ καὶ ὁμολόγησιν γεγονέναι τὸν ἄνθρωπον καὶ ἡ θεία γραφὴ παραδέδωκε καὶ ὁ τῆς διδασκαλίας λόγος ἠρέμα πως τοῖς φιλομαθέσιν ὑπέδειξε. Καὶ μέμνησθε πάντως οἵ γε φιλόπονοι τῶν ἀκροατῶν, ὅπως ἡμῖν ὁ περὶ τούτων διηνύσθη λόγος, ὅτι τὸ κατ’ εἰκόνα προηγουμένως εἰς τὴν τοῦ ἀνθρώπου δεσποτείαν καὶ εἰς τὴν πάντων ἀρχὴν ὑπαγορεύεται· ἡ δὲ ὁμοίωσις ταύτης τῆς εἰκόνος εἰς τὴν τῶν ἀρετῶν τελείωσιν ἐκλαμβάνεται. Ἀναγκαῖον δὲ δεῖξαι, ἀδελφοί, καὶ σαφῶς παραστῆσαι, πῶς ὁ παρὰ πάντα τὰ ποιήματα τοῦ θεοῦ μειζόνως τιμηθεὶς ὁ ἄνθρωπος ἐκ τοῦ τιμίου καὶ πρωτοτύπου κάλλους τοῦ θείου χαρακτῆρος εἰς τὴν τῶν ἀλόγων φύσιν καὶ ὁμοιότητα κατηνέχθη. Εἰκὼν γὰρ ὢν θεοῦ τοῦ φιλανθρώπου, ἑαυτὸν ἠμαύρωσε ταῖς κακίαις καὶ ταῖς παρανομίαις ἤμβλυνε, καὶ ἀληθῶς παρασυνεβληθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς . Ὅπως ἀνοήτοις κτήνεσι παρωμοιώθη ὁ ἄνθρωπος ἀναγκαῖον ἐξ αὐτῶν ἰδεῖν τῶν ἔργων, οὐχ ἵνα τὰ προλαβόντα μεμψώμεθα, ἀλλὰ ἵνα τὰ παρόντα διορθωσώμεθα. Καὶ γὰρ τὰ κατὰ τὸν Ἀδὰμ ἀναγινώσκεται καὶ πᾶσα ἡ τῶν προλαβόντων ἱστορία, οὐχ ἵνα τοὺς προλαβόντας ἐπαινέσωμεν ἢ μεμψώμεθα, ἀλλ’ ἵνα τὴν ἀρετὴν μιμησώμεθα καὶ τὴν κακίαν ἐκκλίνωμεν. Ταῦτα δέ, φησὶν ὁ θαυμάσιος Παῦλος, ἐγράφη πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Τὴν εἰκόνα τοίνυν τὴν καθ’ ὁμοίωσιν θεοῦ γενομένην ἔρριψεν ὁ ἄνθρωπος ὁ πρῶτος διὰ τῆς παρακοῆς, καὶ πάτημα ἐποίησε δαιμόνων καὶ ταῖς τῶν ἀλόγων ὁμοιώσεσιν ὕβρισε· καὶ τὸν μὲν διὰ τὸ ὡμὸν καὶ τυραννικὸν τῶν τρόπων λέοντα μᾶλλον ἢ ἄνθρωπον ἐποίησε, τὸν δὲ λύκον διὰ τὸ ἁρπακτικὸν εἰργάσατο. Καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα οὕτως· Οἱ ἄρχοντες ὑμῶν ὡς λέοντες ὠρυόμενοι, καὶ οἱ κριταὶ ὑμῶν ὡς λύκοι τῆς Ἀραβίας ,λέοντας καλέσασα τοὺς ὠμοὺς καὶ τυραννικούς, λύκους δὲ τοὺς ἁρπακτικοὺς καὶ πρὸς πλεονεξίαν βλέποντας. Ὁρᾷς πῶς ὁ κατ’ εἰκόνα θεοῦ γενόμενος ἄνθρωπος εἰς τὴν τῶν ἀλόγων τάξιν κατηνέχθη; Ὅταν οὖν τυραννῇ ὁ ἄνθρωπος, προσαγορεύεται λέων· ὅταν ἁρπάζῃ, δέχεται τοῦ λύκου τὴν προσηγορίαν· ὅταν ταῖς ἀκολάστοις ἐπιθυμίαις ἐμφύρηται καὶ δίκην ἀλόγων ἐπὶ ταῖς παρανόμους πράξεις ἐκφέρηται. Εὑρίσκεται πάλιν ἵππος ὁ ἄνθρωπος· Ἵπποι γάρ φησι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Ἄλλους πάλιν ἡ κακία ἀπὸ ἀνθρώπων κύνας ἐποίησε. Κύνας, διὰ τί; Διὰ τὸ ὑλακτικόν, διὰ τὸ πάντοτε θορύβοις καὶ ταραχαῖς χαίρειν. Περὶ ὧν καὶ ὁ μακάριος Δαυὶδ ἐκ προσώπου τοῦ σωτῆρος βοᾷ διὰ τῆς προφητείας· Περιεκύκλωσάν με κύνες. Καὶ τίνες οἱ κύνες; Συναγωγὴ πονηρευομένων περιέσχον με. Ἄλλους πάλιν ἡ γραφὴ καλεῖ χοίρους, τοὺς ἐν βόθρῳ τῶν ἀτόπων πράξεων ἐμφυρομένους. Περὶ ὧν φησιν ὁ κύριος διὰ τοῦ εὐαγγελιστοῦ· Μὴ ῥίπτετε τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ὁρᾷς πῶς ποικίλος ὁ ἄνθρωπος καὶ πῶς ἡ εἰκὼν ἐκείνη ἡ καθ’ ὁμοίωσιν θεοῦ γενομένη κατηνέχθη πρὸς τὴν τῶν ἀλόγων ὁμοιότητα, οὐκ ἄλλου τινὸς βιασαμένου, ἀλλὰ τὸν ἄνθρωπον ἑαυτὸν ῥίψαντος; Ἡ γὰρ γραφὴ οὐ τῇ ἀνάγκῃ τὴν παράβασιν ἐπέγραψεν, ἀλλὰ τῇ προαιρέσει τοῦ τιμηθέντος καὶ τὴν τιμὴν ἀγνοήσαντος. Ἄνθρωπος γάρ φησι ἐν τιμῇ ὧν οὐ συνῆκε. Φέρε πάλιν, εἰ δοκεῖ, σκοπήσωμεν ὡς αὖθις ἑτέρους τινὰς ἡ γραφὴ διὰ τὸ ποικίλον καὶ πανουργικὸν καὶ ὑποκρίσεως γέμον τῆς γνώμης ἐπάγγελμα ἀλώπεκας ὀνομάζει. Διὰ τοῦτο γοῦν τὸν Ἡρώδην ποικίλον ὄντα ταῖς γνώμαις καὶ πανοῦργον ταῖς ἐνθυμήσεσι καὶ ἀσεβείᾳ συζῶντα, εὐσεβείᾳ συσχηματιζόμενον, ὁ σωτὴρ ἀλώπεκα προσαγορεύει. Ἐλθόντων γάρ τινων καὶ ἀπαγγελλόντων αὐτῷ ὅτι· Βούλεταί σε ἰδεῖν Ἡρώδης ,ἡ ἁγία καὶ μεγάλη φωνὴ ἀποκριθεῖσά φησιν· Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Σήμερον καὶ αὔριον ποιῶ σημεῖα καὶ τῇ τρίτῃ τελειοῦμαι. Εἴπατε τῇ ἀλώπεκι ταύτῃ ,ἀντὶ τοῦ τῇ πεπανουργημένῃ ψυχῇ, τῇ γεμούσῃ δόλου καὶ πάσης πονηρίας καὶ ῥᾳδιουργίας. Ἔγνως, ἀδελφέ, πῶς καλεῖ ἡ γραφὴ τοὺς πανούργους ἀλώπεκας; Ὅταν τοίνυν λέγῃς μετὰ τοῦ ψαλμῳδοῦ· Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς, μερίδες ἀλωπέκων ἔσονται ,νόησον τὸ αἴνιγμα καὶ μὴ ὑπολάβῃς τὸ αἴνιγμα εἰ μὴ εἰς θεωρίαν ἐκλαμβάνεσθαι. Καὶ πάλιν ἀλλαχοῦ ἔφη· Μερίδες ὑποκριτῶν ἔσονται . Οἱ γὰρ τὴν ἀλήθειαν ἀγνοοῦντες, οὐ μετὰ τῶν πιστῶν, ἀλλὰ μετὰ τῶν ὑποκριτῶν τὸ μέρος λαμβάνουσιν. Ὅθεν καὶ ὁ σωτὴρ τὴν ἔννοιαν ταύτην ἐπισφραγίζων φησὶ περὶ τοῦ κακῶς οἰκονομήσαντος· Εἰσελεύσεται ὁ δεσπότης τοῦ οἰκέτου ἐκείνου καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ κατὰ τῶν ὑποκριτῶν θήσει. Τοὺς τοίνυν ὑποκριτὰς ἀλώπεκας ἐκάλεσεν ἡ γραφή. Εἰς τοσαύτας οὖν, ἀδελφοί, ἀπρεπεῖς κατηνέχθη μορφὰς καὶ ὁμοιώσεις ἡ εἰκὼν τοῦ θεοῦ, ὥστε οὐδὲν ἕτερον ὀνομάζει ἡ γραφὴ τὴν οἰκουμένην ἅπασαν πρὶν ἐπιλάμψῃ αὐτῇ ἡ γνῶσις τῆς εὐσεβείας ἢ ἄλογα καὶ κτήνη καὶ ἑρπετὰ καὶ θῆρας ἀγρίους. Ἀμέλει γοῦν καὶ τὸν κορυφαῖον τῶν ἀποστόλων Πέτρον βουληθεὶς ὁ φιλάνθρωπος θεὸς δυσωπῆσαι, ὥστε πάντας δέχεσθαι τοὺς ἐκ τῶν ἀλλοφύλων προσιόντας, τὴν θαυμασίαν ἐκείνην καὶ ξένην ἔδειξε σινδόνα καθιεμένην ἐκ τοῦ οὐρανοῦ ἐν τέτταρσιν ἀρχαῖς, ἐν ᾗ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία καὶ τὰ ἑρπετά· καί φησι πρὸς αὐτόν· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Ὁ δὲ ἀπόστολος ἔφη· Μηδαμῶς, κύριε· οὐδέποτε γὰρ ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. Ἀγνοήσας γὰρ τῆς εἰκόνος τὸ αἴνιγμα ὁ Πέτρος καὶ νομίσας αἰσθητὰ εἶναι τὰ ὁρώμενα, ἀπαγορεύει τὴν βρῶσιν, τὴν Ἰουδαϊκὴν φυλάττων συνήθειαν, καί φησι· Μηδαμῶς, κύριε· οὐδέποτε γὰρ ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. Ὁ δὲ κύριος ἔφη πρὸς αὐτόν· Ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου . Ταῦτα τοίνυν διελέγετο ὁ σωτὴρ τῷ ἀποστόλῳ περὶ τῶν τετραπόδων τῶν φαινομένων καὶ τῶν θηρίων καὶ τῶν πετεινῶν· ὁ δὲ ἀπόστολος τοῦ Χριστοῦ Πέτρος ἐνόησε μετὰ ταῦτα, ὅτι οὐ τὰ πετεινὰ καὶ τὰ θηρία ᾐνίξατο ὁ σωτὴρ διὰ τῆς ὀθόνης, ἀλλὰ τὰ ἔθνη πάντα, καί φησι τῷ Κορνηλίῳ, διαλεγόμενος αὐτῷ· Ὑμεῖς ἐπίστασθε, ὅτι ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι τινι ἀλλοφύλῳ· ὁ δὲ θεὸς ἔδειξέ μοι μηδενα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Ἔμαθες, ἀδελφέ, ὅπως διαφόρως ταῖς τῶν ἀλόγων προσηγορίαις ὑβρίσθημεν; Ὅταν πάλιν ἀναγνῷς ἐν τῷ προφήτῃ Ἡσαΐᾳ· Τότε συμβοσκησθήσεται λύκος μετὰ ἀρνοῦ καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ καὶ λέων καὶ βοῦς βοσκηθήσονται καὶ ἅμα ἄχυρα φάγονται. νόησον τὸ αἴνιγμα καὶ ἔκλαβε σαφῶς τὴν θεωρίαν, ὅτι οὐ τῶν ἀλόγων θηρίων σύνοδον μηνύει, ἀλλὰ τὴν ἀνθρώπων κοινωνίαν, καὶ ἑρμηνεύει σαφῶς τῆς εὐσεβείας τὴν κονωνίαν καὶ τὴν διὰ τῆς χάριτος ἐπιλάμψασαν σωτηρίαν πᾶσιν ἀνθρώποις. Ὅταν γὰρ ἴδῃς ἐν ἐκκλησίᾳ πένητα πλουσίῳ συμπαρεστῶτα, ἰδιώτην ἄρχοντι, εὐτελῆ τῷ ὑπερέχοντι, τὸν ἔξω τρέμοντα τὴν δυναστείαν, νόησον τί ἐστι τὸ συμβοσκησθήσεται λύκος μετὰ ἀρνοῦ . Λύκον τοίνυν καλεῖ τὸν πλούσιον, ἀρνίον δὲ τὸν πτωχόν. Καὶ πόθεν τοῦτο; Ὅτι κοινωνήσει λύκος ἀρνίῳ, ὃν τρόπον πλούσιος μετὰ πτωχοῦ. Καὶ πρόσεχε ἀκριβῶς· ἔστηκε πολλάκις πλούσιος καὶ πένης ἐν ἐκκλησίᾳ· κατέλαβέ σε ὥρα τῶν μυστηρίων· ἐξωθεῖται ὁ πλούσιος ὡς ἀμύητος, ἵσταται δὲ ὁ πένης ἐντὸς τῶν οὐρανίων σκηνῶν· καὶ οὐκ ἀγανακτεῖ ὁ πλούσιος· οἶδε γὰρ ἑαυτὸν ἀλλότριον τῶν θείων μυστηρίων. Ἀλλ’ ὢ τῆς θείας χάριτος· οὐ μόνον ὁμοτιμία ὑπάρχει ἐν τῇ ἐκκλησίᾳ διὰ τὴν τοῦ θεοῦ χάριν, ἀλλὰ καὶ ἡνίκα ἵστανται, πολλάκις ὁ πένης τὸν πλούσιον πρωτεύει ἐν τῇ εὐσεβείᾳ· καὶ οὐδὲν ὁ πλοῦτος ὤνησε τὸν ἔχοντα ἐκ τῆς εὐσεβείας, οὐδὲ πενία τὸν πιστὸν ἐζημίωσε, παριστῶσα αὐτὸν μετὰ θάρσους τῷ ἁγίῳ θυσιαστηρίῳ.