Ancient Greek · ~18 min
Section 2
Severianus Gabalensis, In Genesim sermo 2 2.1
Not analysed yet
Ταῦτα δὲ λέγω, ἀγαπητοί, περὶ τῶν κατηχουμένων καὶ οὐ περὶ τῶν ἁπλῶς πλουσίων. Ἐννόησον, ἀδελφέ, πῶς ὑποχωρεῖ τῆς ἐκκλησίας πολλάκις δεσπότης καὶ προσεδρεύει τοῖς μυστηρίοις πιστὸς οἰκέτης· ἀναχωρεῖ ἡ δέσποινα καὶ μένει ἡ θεράπαινα· Πρόσωπον γὰρ ἀνθρώπου θεὸς οὐ λαμβάνει . Οὐκ ἔστι τοίνυν ἐν τῇ ἐκκλησίᾳ δοῦλος καὶ ἐλεύθερος, ἀλλ’ ἐκεῖνον οἶδεν ἡ γραφὴ δοῦλον τὸν τὴν ἁμαρτίαν δεδουλωμένον. Ὁ γὰρ ποιῶν φησι τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας. Καὶ ἐκεῖνον οἶδεν ἐλεύθερον τὸν ὑπὸ τῆς θείας χάριτος ἠλευθερωμένον. Ὁ γὰρ νόμος φησὶ τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ νόμου τῆς ἁμαρτίας. Ἐπεὶ οὖν ἡ εἰκὼν διαφθόρως, ὡς ἔφθημεν εἰπόντες, ἔφθαρτο καὶ διελέλυτο, ἦλθεν ὁ σωτὴρ καὶ τὴν ἰδίαν εἰκόνα πάλιν ἀνέστησε, καὶ ἣν κατέσπασεν ὁ διάβολος, ταύτην ἐφόρεσεν ὁ δημιουργός, ἄνθρωπος γενόμενος ὁ φιλάνθρωπος, οὐ τὴν ἀξίαν ὑβρίζων, ἀλλὰ τὴν φιλανθρωπίαν ὁρίζων. Ὅθεν τοῦτο τὸ θεῖον καὶ ξένον ἔνδυμα ὁ μακάριος Δαυὶδ προαναφωνῶν ἔλεγεν· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Οὐ τῇ ἀνάρχῳ καὶ ἀσωμάτῳ θεότητι ἔνδυμα δίδοται –Οὐδὲν γὰρ εὐπρεπέστερον θεοῦ, ἵνα θεὸς εὐπρέπειαν ἐνδύσηται. –,ἀλλὰ τῇ ἀνθρωπίνῃ φύσει. Ἡμεῖς γὰρ οἱ ἄνθρωποι τὰ ἀσχήμονα τῶν μελῶν τῇ εὐπρεπείᾳ τῶν ἐνδυμάτων καλύπτομεν· Ὁ δὲ θεὸς ἁπλοῦς ὢν καὶ ἀσχημάτιστος καὶ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον ,ποίας εὐπρεπείας δέεται ἢ ποῖον ἔνδυμα περιβάλλεται; Ἦ δῆλον ὅτι τοῦ σώματος ἀνάληψιν ὁ προφήτης ὠνόμασεν εὐπρέπειαν. Καλεῖ δὲ καὶ τὴν οἰκείαν σάρκα εὐπρέπειαν, οὐ διὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ διὰ τὴν τῶν ἀρετῶν κατόρθωσιν. Διὰ τοῦτο εὐπρεπὲς τὸ σῶμα τοῦ κυρίου, οὐκ ἐπειδὴ σῶμα ἦν μόνον, ἀλλ’ ἐπειδὴ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ . Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Οὕτω καὶ Ἡσαΐας φησὶν ὅτι Πάντας ἀνθρώπους ἐνδύσει καὶ περιθήσει ὡς κόσμον νύμφης. Ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο · καί· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ ,καὶ τὰ ἑξῆς. Καὶ ταῦτα ὥσπερ ὁπλίτην τινὰ δείκνυσι τὸν βασιλέα Χριστὸν, ὅπλα τινὰ τοῦ γηΐνου σώματος ἐνδυόμενον. Καὶ εἰκότως γηΐνου. Οὐ γὰρ ὁμοίως τοῖς ἀνθρώποις ὁπλίζεται. Καὶ ὅπως ἄκουε. Ἡμεῖς ἄνθρωποι ὅτε πολλάκις ὁπλιζόμεθα, τὸ ἀσθενὲς φυλάττομεν ὑπὸ τοῦ ἰσχυροῦ. Ὁ θεὸς ὢν ἰσχυρὸς καὶ κραταιὸς καὶ δυνατός, τὸ γήϊνον καὶ ἀσθενὲς περιβάλλεται σῶμα, οὐχ ὑβρίζων τὴν ἀξίαν, ἀλλὰ διὰ τοῦ ἀσθενοῦς τὸ ὑπερβάλλον τῆς δυνάμεως ἐνδεικνύμενος, ὡς ἔλεγεν ἱκετεύοντος αὐτὸν τοῦ Παύλου· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὅθεν καὶ ὁ γενναῖος οὗτος ἀπόστολος καλῶς νοήσας τὰ πρὸς αὐτὸν εἰρημένα, φησί που Κορινθίοις ἐπιστέλλων, ὅτι τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν . Ἐνεδύσατο κύριος δύναμιν ,τουτέστι διὰ τῆς σαρκὸς ἀναλάμψασαν οἰκονομίαν. Τί γὰρ ἐκείνης τῆς τιμίας καὶ ἁγίας σαρκὸς δυνατώτερον; τί δὲ ἰσχυρότερον; Διὰ γὰρ σώματος τοὺς ἀσωμάτους καὶ πονηροὺς δαίμονας κατηγωνίσατο καὶ διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν. Πρόσεχε ἀκριβῶς. Τὸ περιζωσθῆναι περιγραφῆναι σημαίνει. Ἐπεὶ οὖν ἡ ἁγία καὶ ἀπερίγραπτος φύσις ἔδοξεν ἐν τῷ σώματι περιγράφεσθαι, οὐ περιγραφεῖσα μὲν κατὰ τὴν ἰδίαν φύσιν, περιγεγράφθαι δὲ νομισθεῖσα κατὰ τὴν φαινομένην ὄψιν, εἰκότως ἔλεγεν· Ἐνεδύσατο κύριος δύναμιν· καὶ περιεζώσατο . Καὶ τί τὸ ἐπαγόμενον; Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ἐπεὶ οὖν τὰ πρῶτα ἐσάλευσε τὴν οἰκουμένην ἡ ἁμαρτία, ἐλθὼν ὁ σωτὴρ ἔπηξε τὸν σταυρὸν καὶ ἐστερέωσε τὴν οἰκουμένην. Σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ ὁ Παῦλος· Ὁ μέντοι στερεὸς θεμέλιος ἕστηκεν ἔχων τὴν σφραγῖδα ταύτην. Δύο οὖν ῥήματα ἐξήνεγκεν ὁ δεσπότης· Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ ἐχρήσατο πολλῇ περιόδῳ λόγων. Οὐκ εἶπε· Στερεῶ τὴν ἐκκλησίαν καὶ οὔτε βασιλεῖς, οὔτε ἄρχοντες, οὔτε τύραννοι, οὔτε δήμιοι, οὔτε σοφοί, οὔτε ἄγροικοι, οὔτε ῥήτορες περιγενήσονται τῆς ἐκκλησίας. Ἄμαχος γὰρ καὶ ἀκαταγώνιστος ἡ βασιλεία τοῦ Χριστοῦ. Ἀλλὰ τῷ ῥήματι τὴν δύναμιν ἐσήμανε καὶ ψιλῇ λέξει τὴν ἐπαγγελίαν ὠχύρωσεν. Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Δύο ῥήματα, οὐ ψιλὰ ῥήματα, ἀλλὰ θεοῦ ῥήματα. Ὁ γὰρ ῥήματι τὸν οὐρανὸν στερεώσας, καὶ τὴν γῆν θεμελιώσας ῥήματι καὶ τὴν ἐκκλησίαν ᾠκοδόμησε καὶ ἐτείχισε καὶ ἐστερέωσε οἰκουμένην, ἥτις οὐ σαλευθήσεται . Προσπέσωμεν τοίνυν, ἀγαπητοί, τῷ τὴν οἰκουμένην στερεώσαντι καὶ κλαύσωμεν καὶ ἐκδυσωπήσωμεν, ἵνα διὰ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀφάτου δυνάμεως ἑδραῖοι καὶ ἀμετακίνητοι ἐπὶ τὸν ἄσειστον καὶ ἀρραγῆ θεμέλιον μείναντες, αὐτῷ τὴν δόξαν ἀναπέμπωμεν καὶ τὴν εὐχαριστίαν πάντοτε, ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.