Ancient Greek
Section 4
Severianus Gabalensis, In incarnationem domini 4
Not analysed yet
Ἀλλὰ τοῦτο μὲν ἐν παρόδῳ· εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Οὕτως γοῦν τῆς κτίσεως διακειμένης καὶ ἀγανακτούσης ἐπὶ τῷ παραβάτῃ καὶ ἀγγέλων ἀχθομένων ἐπὶ τῇ ἀγνωμοσύνῃ καὶ τοῦ κόσμου ὅλου κακωθέντος διὰ τὴν παρανομίαν· ὃ γὰρ πάσχει δένδρον ἢ ἄλλη ὕλη, τοῦτο πάσχει ἡ γῆ κατὰ τὸ εἰρημένον· Καὶ εἶδεν ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη πᾶσα, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. Εἶδε τὴν γῆν, καὶ ἦν κατεφθαρμένη. Οὕτως οἱ προφῆται ἀπήγγελλον τῷ κόσμῳ τὸν αἰῶνα τὸν μέλλοντα τὸν πεσόντα κόσμον ἐγείρειν καὶ τὴν φθαρεῖσαν εἰκόνα ἀνακαινίζειν. Καὶ μή τις ὑπολαμβανέτω πολλὰς εἶναι περιόδους λόγων τῷ ὧδε κἀκεῖσε φέρεσθαι τὰ νοήματα· ταῦτα γὰρ πάντα εἰς μίαν ἀνάγεται δύναμιν. Ἐὰν μὴ πρῶτον δείξωμεν, πῶς ἐφθάρη ὁ κόσμος, οὐ δυνάμεθα δεῖξαι, πῶς ἀνεκαινίσθη. Ἦν τοίνυν πᾶσα ἡ γῆ κατεφθαρμένη, οὐρανὸς ἀμβλυωμένος καὶ πᾶσα ἡ κτίσις τεθολωμένη. Οὐκ ἦν ἡ κτίσις οἵαν ἐποίησεν αὐτὴν ὁ θεὸς ἀπ’ ἀρχῆς, οὐκ ἦν ὁ οὐρανὸς τοῖς ἄστροις καταλαμπόμενος, οὐκ ἦν ἡ γῆ τοῖς καρποῖς εὐθηνοῦσα, οὐ θάλασσα ταῖς ἐμπορίαις. Εἰσῆλθε γὰρ ὁ παραβάτης καὶ ἐμίανε τὴν γῆν, ἐμίανε τὸν οὐρανόν, τὸν ἀέρα, τὴν θάλασσαν, τὰς πηγάς, τοὺς ποταμούς. Πάντα ἐμίανε ταῖς βλασφημίαις, τὸν οὐρανὸν τῇ βλασφημίᾳ, τὸν ἀέρα ταῖς αἰσχραῖς φωναῖς, τὴν γῆν ταῖς ἀθεμίτοις μιαιφονίαις, τὴν θάλασσαν τοῖς πειραταῖς καὶ τοῖς λῃσταῖς, τὰς πηγὰς καὶ τοὺς ποταμοὺς ταῖς ἀθεμίτοις εἰδωλολατρείαις. Καὶ γὰρ πηγαὶ καὶ ποταμοὶ καὶ παράδεισοι καὶ δένδρα καὶ πᾶσα ἡ κτίσις ἐθεοποιεῖτο. Οὐδὲν δὲ οὕτω μιαίνει κτίσιν ὡς τὸ θεοποιεῖσθαι αὐτήν.