Ancient Greek · ~21 min
Chapter 1
Severianus Gabalensis, In Iob sermo 1 1.1
Not analysed yet
Πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν, τῶν θείων διηγημάτων κατώτεροι τῶν πραγμάτων οἱ λόγοι καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑποθέσεων, ἐξαιρέτως δὲ ἐπὶ τῶν τῷ μακαρίῳ Ἰὼβ κατωρθωμένων. Οὐδεὶς οὐδεπώποτε δύναται τῷ λόγῳ τῆς ὑποθέσεως παρισῶσαι τὸν λόγον τῆς ἑαυτοῦ εὐτελείας. Κἂν γὰρ μυρία περὶ αὐτοῦ λέγηται, τῆς κατ’ ἀξίαν δυνάμεως ὁ λόγος ἀπολιμπάνεται. Ἐπεὶ οὖν εἴρηται ἡμῖν τὰ κατὰ δύναμιν μετρίως, οὐδὲν κωλύει καὶ σήμερον τῶν αὐτῶν ἅψασθαι διηγημάτων. Καὶ μηδεὶς νομιζέτω ὑβρίζεσθαι τὴν ὑπόθεσιν, εἰ κατατέμνωμεν τὸ διήγημα. Οὐ γὰρ ἀλγεῖ Ἰὼβ τεμνόμενος· εἰ γὰρ τὸ σῶμα τεμνόμενος οὐκ ἤλγει, τῷ διηγήματι τεμνόμενος ἀλγήσει; Ἔγνωμεν ἀπὸ τῶν προειρημένων διηγημάτων, ὡς ἀπώλεσεν ἅπαντα, μᾶλλον δὲ εὗρεν ἅπαντα. Πάντα γὰρ τὰ φαιδρὰ ἀπολέσας τὴν ῥίζαν τῆς φαιδρότητος οὐκ ἀπώλεσεν. Ἀπώλεσε τὴν λύραν, ἀλλ’ ἔμενεν ὁ τεχνίτης, ἀπώλεσε τοὺς καρποὺς τῆς εὐθηνίας, ἀλλ’ ἔμενεν ὁ γεωργὸς τῆς εὐπραγίας, ἐγυμνώθη πάντων τῶν κτημάτων καὶ οὐκ ἐγυμνώθη τῆς ἀρετῆς. Προέρριψε τῷ διαβόλῳ τὰ κτήματα, ἀπορριψάμενος τὸν βίον, ὥσπερ ὁ Ἰωσὴφ τὸ ἱμάτιον τῇ ἀτίμῳ. Ἐν τῷ πάσχειν οὐκ ἔπασχε. Δεῖ γὰρ καὶ τῆς φύσεως ὁμολογεῖν τὸ πάθος καὶ τῆς ψυχῆς ἀνυμνεῖν τὴν ἀνδρείαν. Ἐδείχθη τῆς φύσεως τὰ γνωρίσματα, ἐδείχθη καὶ τῆς ἀρετῆς τὰ πλεονεκτήματα. Ἤκουσε τῶν παίδων τὴν συμφορὰν καὶ διέρρηξε τὰ ἱμάτια, ἵνα τῆς φύσεως δείξῃ τὴν συμπάθειαν. Εἰ μὴ γὰρ ἔπαθεν, οὐκ ἂν ἐθαυμάζετο ὡς φιλάρετος, ἀλλὰ κατεγινώσκετο ὡς ἀναίσθητος. Ἀλλ’ ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος καὶ τῆς φύσεως τὴν ἀσθένειαν ἤλεγξε καὶ τῆς εὐσεβείας τὸν τρόπον οὐ προέδωκε. Διέρρηξε τὰ ἱμάτια, ἀλλὰ προσεκύνησεν. Οὐ τοσοῦτον οὖν ἔπληξεν ὁ διάβολος, ὅσον ἐπλάγη, οὐ τοσοῦτον ἔτρωσεν, ὅσον ἐτρώθη. Ἀλλὰ τὸν πρῶτον ἀγῶνα καλῶς διαθλήσαντα τὸν Ἰὼβ πάλιν εἰς ἕτερον ἀγῶνα δίδωσιν ὁ θεός, ἵνα λαμπρότερον αὐτῷ πλέξῃ τῆς ὑπομονῆς τὸν στέφανον. Πάλιν γὰρ ἐκ δευτέρου παρίστανται οἱ ἄγγελοι καὶ ὁ διάβολος εἰς τὸ μέσον ἐρωτᾶται παρὰ τοῦ πάντα εἰδότος. Πόθεν σὺ ἔρχῃ; Βλέπε τοῦ θεοῦ τὴν σοφίαν, βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου ἦλθε, βούλεται δὲ ὁ θεὸς ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν. Πόθεν σὺ παραγέγονας; Ὁ διάβολος κρύψας τὴν ἧτταν –ᾐσχύνετο γάρ –τῇ αὐτῇ κέχρηται φωνῇ τῇ πρώτῃ· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανόν πάρειμι. . Εἰς τοῦτο γὰρ ἐξῆλθες; τοῦτο ᾔτησας; οὐ σὺ εἶπας ἔκδος μοι τὰ ὑπάρχοντα τοῦ Ἰώβ ; Διὰ τί κρύπτεις τὸν ἀγῶνα, ἵνα ἀφανίσῃς τὸν στέφανον τῆς νίκης; Εἰπὲ τὸν ἀγῶνα, κατηραμένε, εἰπὲ καὶ τὴν πάλην, ἵνα κηρύξῃς τὴν νίκην. Ἀλλ’ ὃ ἔκρυψε φθονῶν ὁ διάβολος ἀνυμνεῖ τῇ ἐναρέτῳ φιλοσοφίᾳ ὁ πάντων δεσπότης. Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου; Ὃ κρύπτεις, ἐγὼ γνωρίζω. Ἐρωτᾷ γὰρ ὁ θεὸς πολλάκις, οὐχ ἵνα μάθῃ, ἀλλ’ ἵνα τῶν ἐρωτωμένων γυμνάσῃ τὴν πρόθεσιν, εἰ εὐγνωμόνως ὁμολογοῦσιν. Οὕτως ἠρώτησε τὸν Κάιν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Ἠβουλήθη αὐτὸν τὸν τὸ κακὸν δράσαντα κἂν κατήγορον ἑαυτοῦ στῆναι, ἵνα ἡ αὐτοῦ κατηγορία ἀμβλύνῃ τὸ μέγεθος τοῦ ἐγκλήματος. Πᾶς γὰρ ἑαυτοῦ κατηγορῶν πραΰνει τοῦ δικαστοῦ τὴν ἀγανάκτησιν. Ὥσπερ οὖν τότε ἠρώτα τὸν Κάιν ποῦ Ἄβελ ὁ ἀδελφός σου; ,ὁ δὲ νομίσας τὴν ἐρώτησιν ἀπὸ ἀγνοίας εἶναι λέγει οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί; καὶ ὅτε ἐδοκίμασε τὴν πρόθεσιν, τότε ἤλεγξε τὴν ἀνοσιουργίαν λέγων φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς ,οὕτως, ἐὰν ἐρωτήσας ἴδῃ ἀγνωμονοῦντα, ἐλέγχει κακουργοῦντα. Καὶ νῦν ἐπειδὴ ἐρωτῶν τὸν διάβολον οὐ μανθάνει παρ’ αὐτοῦ τὴν ἧτταν, ἣν ὑπέστη, αὐτὸς στηλιτεύει αὐτοῦ τὴν ἧτταν καὶ ἀνυμνεῖ τοῦ δικαίου τὴν νίκην. Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ, ὅτι οὐκ ἔστιν κατ’ αὐτὸν ἄκακος ἐπὶ τῆς γῆς; Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ μὴ παρέρχου τὰ ῥήματα τῶν θείων γραφῶν. Ἐν τῇ πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ ἄκακος ,ἀλλ’ ἐν τῇ δευτέρᾳ. Ἐν τῇ πρώτῃ ὁ θεός· Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Τὸ ἄκακος ἐκεῖ οὐ προσέθηκε· μετὰ δὲ τὴν νίκην καὶ τὸν ἀγῶνα προστίθησιν αὐτῷ ὥσπερ στέφανον τὴν εὐφημίαν συνᾴδουσαν αὐτοῦ τοῖς ἀγωνίσμασιν. Ἐπειδὴ γὰρ μυρία πάσχων, ἀκάκως ἤνεγκε τὴν συμφοράν, μὴ βλασφημήσας κατὰ τοῦ δεσπότου, ἀλλ’ ἀγαθότητι κρίνας τὰ πάντα καὶ εἰρηκώς· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἐπειδὴ ἀκακίας ἦν τὸ ῥῆμα, ἀκακίας αὐτοῦ πλέκει τὸν στέφανον, ὅτι οὐκ ἔστι τῶν κατ’ αὐτὸν ἄνθρωπος ἄκακος. Σὺ δὲ διὰ τί εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς; ,ἀντὶ τοῦ μάτην αὐτοῦ τῇ περιουσίᾳ ἐφθόνησας; Εἶπες προφάσει τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα· ἐγυμνώθη τῶν κτημάτων καὶ οὐκ ἐγυμνώθη τῆς ἀληθείας. Σὺ οὖν, διάβολε, εἶπες ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. Οὐκ ἀπορεῖ ἡ κακία τῆς ἑαυτῆς πονηρίας. Εὑρίσκει πάλιν ὑπόνοιαν ἄλλην δυναμένην σβέσαι τοῦ ἐναρέτου τὴν ἀνδρείαν. Λέγει οὖν τῷ θεῷ· Δέρμα ὑπὲρ δέρματος καὶ πάντα, ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. Οὐδέν φησι μέγα, εἰ ἀπώλεσε κτήματα· ἡδέως πάντων κατεφρόνησεν, ἵνα ἑαυτὸν σώσῃ. Ἀλλ’ εἰ βούλει δοκιμάσαι αὐτὸν τῶν σαρκῶν αὐτοῦ ἅψαι· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει . Τὸ εὐλογήσει ἀντὶ τοῦ καταράσεται. Ἡ γὰρ γραφὴ τῇ εὐφημίᾳ τὴν δυσφημίαν ἐκάλυψε.