Ancient Greek
Chapter 2
Severianus Gabalensis, In Iob sermo 1 2.1
Not analysed yet
Καὶ διὰ τί ταῦτα γέγραπται; Ἵνα σὺ ὁ πιστὸς μάθῃς, ὅτε τῶν ἀλλοτρίων κακῶν διηγῇ τὰ αἰσχρά, καλύπτειν αὐτὰ τῇ σεμνότητι τῶν λέξεων. Μὴ σεμνύνου αἰσχρὰ πράττων, ἀλλὰ σεμνύνου, ὅταν τῶν αἰσχρῶν διαφύγῃς τὴν ὁμιλίαν. Διὰ τοῦτό φησιν ὁ ἀπόστολος· Πᾶν ῥῆμα αἰσχρὸν μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Εἶτα ὁ θεὸς παραδίδωσιν εἰς δευτέραν πεῖραν τὸν ἀγωνιστήν, οὐκ αὐτὸς ἐκ τῆς πείρας μανθάνων οἷος ἦν ὁ ἀγωνιστής, ἀλλὰ τὸν διάβολον καταισχύνων ἐκ τῆς πείρας. Θεὸς γὰρ πρὸ τῶν ἁπάντων οἶδε τὰ πάντα. Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου κυρίου, καὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα μώλωπα. Ἔδει γὰρ ὅλον δι’ ὅλου στεφανωθῆναι αὐτὸν ἀγωνιστήν. Ἀπὸ ποδῶν ἕως κεφαλῆς τὸ τραῦμα τὸ σωτήριον, τὸ ἕλκος τὸ ἐπινίκιον· ἕλκος κατὰ μὲν τὸ φαινόμενον ἰχῶρας ῥέον, κατὰ δὲ τὸ νοούμενον εὐφημίας γέμον. Οἱ ἰχῶρες τοῦ ἕλκους ἐν ὀλίγοις χρόνοις ἐγένοντο, αἱ δὲ εὐφημίαι, ἃς ἀπέτεκεν ἡ ἄθλησις, εἰς πάντα τὸν αἰῶνα οὐκ ἀναλίσκονται. Ἔπαισεν αὐτὸν ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς ,ἵνα ὅλος δι’ ὅλου τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. Εἶτα ἐπειδὴ τὸν οὕτω δυσπραγήσαντα τῷ σώματι τόπος ἐντείχιος οὐκ ἐδέχετο, ἀλλὰ πᾶσα ἡ οἰκία ἐξωθεῖτο τοῦτον ὡς λελωβημένον. Οὐ γὰρ ἦν τι ἕτερον τὸ τραῦμα τοῦ Ἰώβ, εἰ μὴ λώβησις. Ἐξῆλθεν ἔξω τῆς πόλεως ὁ τοῦ κόσμου ἀλλότριος, ἐξῆλθεν ἔξω τῆς πόλεως καὶ ἐκάθητο ἐπὶ κοπρίας, ἐξῆλθεν ἔξω τῆς πόλεως οὐ κοσμικὸν ἔχων τὸν ἀγῶνα, ἀλλ’ ὑπερβαίνοντα τὴν παροῦσαν κατάστασιν. Τὸ γὰρ ἔξω τῆς πόλεως εἶναι καὶ τοῦ τείχους εἰκὼν ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ. Διὰ τοῦτο ὁ Παῦλος λέγει· Ὧν δὲ εἰσφέρεται ζῴων τὸ αἷμα εἰς τὰ ἅγια, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς. Διὰ τοῦτο καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. Χριστὸς ἔξω τῆς πύλης, Ἰὼβ ἔξω τῆς πόλεως ἐκάθισεν ἐπὶ κοπρίας· ὁ τῆς εὐσεβείας σπόρος, ὁ σπόρος τῆς ὑπομονῆς, ἐπὶ τῶν θλίψεων κοπριζόμενος ἐκάθισεν ἐπὶ κοπρίας ἀναμένων τὸν ἐγείροντα ἀπὸ γῆς πτωχόν καὶ ἀπὸ κοπρίας ἀνιστάντα τὸν πένητα . Ἔβλεπεν, ἀδελφοί, τὸ σῶμα διαρρέον, τὴν δὲ ψυχὴν ἐστηριγμένην, ἔβλεπε τὸ σῶμα σκώληκας φέρον, τὴν δὲ ψυχὴν εὐσέβειαν ἀποτίκτουσαν, ἔβλεπε τὸ γήϊνον σκεῦος φθειρόμενον καὶ ἐμέμνητο πρὸ τοῦ Παύλου τῶν τοῦ Παύλου ῥημάτων· ἔπρεπε γὰρ αὐτῷ λέγειν· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινίζεται ἡμέραν καθ’ ἡμέραν. Ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ, τῷ ὀστράκῳ τὸν ἰχῶρα ἀποξέων, τῇ ὑπομονῇ τὸν ἀνταγωνιστὴν ἐκλύων. Ἔπρεπε καὶ αὐτῷ λέγειν κατέχοντι τὸ ὄστρακον· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνῳ σκεύει. Ἐκάθητο ἐπὶ κοπρίας ὁ πολλοὺς ἀπὸ κοπρίας ἐγείρας· ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ· τῷ νεκρῷ πηλῷ τὸν ζῶντα πηλὸν ἔξεεν. Ἦλθον οἱ τρεῖς φίλοι. Καλοῦσι γὰρ αἱ συμφοραὶ τοὺς φίλους εἰς παραμυθίαν· ἦλθεν Ἐλιφάζ, Σοφὰρ καὶ Βαλδάδ, τρεῖς βασιλεῖς πρὸς ἕνα βασιλέα. Βασιλεὺς γὰρ ἦν πρὸ τούτου ὁ λέγων· Ἤμην δὲ ἐν αὐτοῖς ὡς βασιλεὺς ἐν μονοζώνοις. Καὶ ἐκάθισάν φησιν ἐναντίον τοῦ Ἰὼβ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς ἐλάλησεν. Αἱ μὲν γὰρ μέτριαι συμφοραὶ δέχονται παραμυθίαν, τὰ δὲ μεγέθη τῶν συμφορῶν τῇ σιωπῇ τιμᾶται. Ἔστι γάρ, ἀδελφοί, ὅτε νικᾷ παραμυθίαν τὸ πάθος· καὶ ὥσπερ τὰ νοσήματα ἐν ἀκμῇ πᾶσαν θεραπείαν ἀποπέμπεται, οὕτω καὶ τὰ πάθη ἐν τῇ ἀκμῇ τῶν συμφορῶν πᾶσαν νουθεσίαν ἐκβάλλει. Ἐσιώπησαν τῇ σιωπῇ κοινωνοῦντες τῷ πάθει. Καὶ τί ποιεῖ; Ἐπειδὴ ἐκείνους ἐνίκησεν ἡ συμφορὰ καὶ οὐδεὶς ἐτόλμησε ῥῆξαι φωνὴν παραμυθίας, πρῶτος ἄρχεται τῶν λόγων Ἰώβ· ἀνοίγει θύραν τοῖς μὴ πάσχουσιν ὁ πάσχων. Ἴσμεν γάρ, ἀδελφοί, ὅτι ἐν ταῖς συμφοραῖς ἢ ἐν τοῖς πένθεσιν ἢ ἐν ἄλλῳ τινὶ κατηφείας πράγματι, ἕκαστος αἰδεῖται πρῶτος ῥῆξαι φωνήν, ἵνα μὴ δόξῃ ἄκαιρός τις εἶναι ἀρετῆς ἢ γνώμης εἰσηγητής· ἐὰν δὲ ἴδῃ ἄλλον ἀρξάμενον, ἀκολουθεῖ ἀκινδύνως. Τοῦτο, ἀδελφοί, καὶ ἡ πεῖρα διδάσκει καὶ τὰ πράγματα ὑποτίθεται. Ὡς οὖν εἶδεν ἀποκλεῖσαν τὸ πάθος τὴν παραμυθίαν τῶν φίλων, ἀνοίγει θύραν ὁ πάσχων καὶ ἄρχεται εὐθέως ἐκτραγῳδεῖν τὴν συμφοράν, πανταχοῦ βλασφημίας φεύγων τὴν ὑπόνοιαν· Πρώτη φωνὴ τοῦ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Οὐκ ἀσεβῶν ταῦτα λέγει, ἀλλὰ πάσχων. Καὶ βλέπε, τί ποιεῖ. Ὥσπερ ἐπειδάν τις δεινῷ ἀποστήματι περιεχόμενος τέμνηται σιδήρῳ παρὰ τοῦ ἰατροῦ οὐκ ἔχων, πῶς ἀντιστῇ τῷ τέμνοντι, τῶν περιεστώτων ἅπτεται καὶ δάκνει τοὺς παρεστῶτας ἐκείνοις μὲν ἐγκαλεῖν οὐδὲν ἔχων, πρὸς δὲ ἰατρὸν ἐκτεῖναι τὴν χεῖρα οὐκ ἰσχύων, οὕτω καὶ ὁ Ἰὼβ φοβούμενος τῆς βλασφημίας τὸ μέγεθος, ὑβρίζει τὰ ἄψυχα καὶ πληροῖ τοῦ πάθους τὴν πληροφορίαν οὐ τοῦ θεοῦ κατατολμῶν, ἀλλ’ ἑαυτοῦ καὶ τῆς ἡμέρας κατηγορῶν· καταρᾶται γὰρ οὐ τὴν κτίσιν, ἀλλὰ τὴν ἑαυτοῦ ἡμέραν. Ἐξουσίαν γὰρ ἔχω φησί τῆς ἐμῆς ἡμέρας· οὐ καταρῶμαι τὴν δημιουργίαν, τὴν ἐμαυτοῦ ἡμέραν καταρῶμαι. Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος. Ταῦτα λέγει καὶ ὁ Ἱερεμίας· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα κρινόμενον καὶ δικαζόμενον; Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην. Ταῦτα δὲ πάντα ἐκτραγῳδοῦσιν οἱ ἅγιοι, ἵνα σὺ μετὰ ταῦτα μάθῃς, ὅτι οὐ τρυφῶντες διῆλθον τὸν βίον, ἀλλὰ μυρία κακὰ ὑπομείναντες τοὺς ἀγῶνας διεξῆλθον. Ἀπεκλαύσατο οὖν καὶ Ἱερεμίας λέγων· Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ ἔπαθε μὲν ὡς ἄνθρωπος, ὑπέμεινε δὲ ὡς φιλόθεος. Μωϋσῆς ὁμοίως ὁ μέγας καὶ θεῖος τοῦ θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, καὶ αὐτός φησι τῷ θεῶ βαρούμενος τῷ πλήθει τῶν συμφορῶν· Κύριε, σὺ εἶπας, ὅτι εὕρηκας χάριν παρ’ ἐμοί, καὶ οἶδά σε παρὰ πάντας· καὶ εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἄφελε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· οὐ δύναμαι γὰρ φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου. Μικρὸν καὶ λιθοβολήσουσί με. Μὴ ἐγὼ αὐτοὺς ὠδίνησα; μὴ ἐγὼ αὐτοὺς ἔτεκον· ὅτι λέγεις μοι· Βάστασον αὐτοὺς ὃν τρόπον βαστάζει ἡ τιθηνοῦσα τὸν παῖδα; Οὐ δύναμαι φέρειν τοῦ λαοῦ τὰ ἐλαττώματα. Ὅμως καὶ ἀποδυρόμενος καὶ πενθῶν ὡς ἄνθρωπος οὐκ ἐβλασφήμησε ὡς ἄθεος, ἀλλ’ ἐδείκνυε τὰ πάθη τῆς φύσεως ὑπ’ αὐτῶν τῶν παθῶν ἐλεγχόμενος. Οὕτω δὲ ὁμοίως τῶν προφητῶν ἕκαστος ἀποδύρεται. Καὶ ὁ Ἀμβακούμ φησιν· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίας ἀνθρώπων; Ἔβλεπε γὰρ τὴν ἀδικίαν ὁ προφητικὸς χορὸς καὶ οὐκ ἔφερεν, ἀλλ ̓ ἐβόα Ἀμβακοὺμ λέγων· Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; Ἐνώπιόν μου γέγονε κρίσις καὶ ὁ κριτὴς λαμβάνει καὶ διὰ τοῦτο ἐξέρχεται τὸ κρῖμα διεστραμμένον. Ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς λαμβάνει καὶ ἐξουδενεῖται ὁ νόμος.