Ancient Greek
Section 3
Severianus Gabalensis, In proditionem servatoris 3
Not analysed yet
Ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Λέγει ὁ σωτήρ· Ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Ἐν τούτῳ ὀφείλομεν εἰδέναι ὅτι μέρος τῶν πιστῶν ὁ θεός ἐστι καὶ μέρος τοῦ θεοῦ οἱ πιστοί. Οἷον· ὅλος ὁ κόσμος τοῦ θεοῦ ἐστι· οἶδε δὲ τοὺς πιστοὺς ὁ θεός. Ὅλος ὁ κόσμος φησὶν ἐκτίσθη ὑπ’ ἐμοῦ, ἀλλ’ οὐδέν μοι διαφέρει ἢ τὸ τῶν πιστῶν μέρος. Διὰ τοῦτο οἱ μὲν πιστοὶ ἐβόων, ὡς ὁ Δαυίδ· Μερίς μου ὁ κύριος ἐν γῃ ζώντων καὶ πάλιν· Κύριος μερὶς τῆς κληρονομίας μου. Ἡ δὲ Μαρία καθημένη πρὸς τοῖς ποσὶ τοῦ δεσπότου ἤκουσε διδασκαλίας καὶ λέγει ὁ σωτήρ· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ὁρᾷς ὅτι τῶν πιστῶν ἡ μερὶς ὁ θεός ἐστι; Λοιπὸν δεῖξαι ἀναγκαῖον ποῦ ἡ μερὶς τοῦ θεοῦ οἱ πιστοί. Λέγει Μωϋσῆς· Ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος, διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ καὶ ἐγεννήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ. Ἐπειδὴ ὅλος ὁ κόσμος ἦν αὐτοῦ, μόνος δὲ λαὸς αὐτοῦ ἤκουσεν Ἰακώβ. Οὕτω καὶ ὁ προφήτης Ἀμὼς λέγει· Καὶ εἶδον καὶ ἰδοὺ ἐκάλεσε κύριος τὴν δίκην ἐν πυρὶ καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγε τὴν μερίδα κυρίου · τὸν λαὸν λέγει. Καὶ εἶπόν φησι· κόπασον, κύριε, ἀπὸ τοῦ Ἰακώβ, ὅτι ὀλιγοστός ἐστιν ,ἀντὶ τοῦ μὴ ἀναλώσῃς ἡμᾶς. Ταῦτα μὲν εἴρηται διὰ τὸ λέγειν τὸν σωτῆρα· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. Μερὶς οὖν τῶν πιστῶν ὁ θεὸς καὶ μερὶς τοῦ θεοῦ οἱ πιστοί. Λέγει ὁ Πέτρος· Κύριε, μὴ μόνον τοὺς πόδας μου νίψεις, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. Ἐνόμισεν ὁ Πέτρος ὅτι ἡ ἀπόνιψις ἐκείνη ἁμαρτιῶν ἦν ἄφεσις καὶ ἤθελε δι’ ὅλου τοῦ σώματος λαβεῖν ἄφεσιν. Ἡ δὲ οὐχ ἁμαρτιῶν ἄφεσις ἦν, ἀλλ’ εὐλαβείας ὑπόθεσις. Εἶτα λέγει ὁ σωτήρ· Ὁ λελουμένος οὐ χρείαν ἔχει, εἰ μὴ μόνον τοὺς πόδας νίψασθαι· ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον, ὃν λελάληκα ὑμῖν. Ἀλλὰ ταῦτα μὲν ταύτην ἔχει τὴν ἕξιν. Ὅτε δὲ ἀπένιψε τοὺς πόδας καὶ ἐξέμαξε, λαβὼν τὰ ἱμάτια ἀνέπεσεν. Ἐτήρησε τοῦ δούλου τὴν μορφὴν καὶ λοιπὸν ἀνακλίνεται ὡς δεσπότης καὶ λέγει μετ’ αὐθεντίας· Οὐκ οἴδατε τί πεποίηκα ὑμῖν; ἀντὶ τοῦ οὐκ ἐνοήσατε. Οὐχ ὑμεῖς λέγετε· Ὁ κύριος καὶ ὁ διδάσκαλος; Καὶ καλῶς λέγετε. Εἰμὶ γάρ. Ὧδε γυμνοῖ τὴν αὐθεντίαν. Ἐξέβαλε τὴν τοῦ δούλου μορφὴν καὶ εἰσάγει τὴν τοῦ θεοῦ. Οὐχ ὑμεῖς λέγετε· Ὁ κύριος καὶ ὁ διδάσκαλος; Εἰ οὖν ἐγὼ ὁ κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τοὺς πόδας, πόσῳ μᾶλλον ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας; ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν –Ὁρῶ ὅτι εὐλαβείας ἦν ὑπόθεσις. –,ἵν’ ὡς ἐποίησα ὑμῖν φησιν οὕτω καὶ ὑμεῖς ἀλλήλοις ποιῆτε.