Ancient Greek
Section 2
Severianus Gabalensis, In psalmum 95 2.1
Not analysed yet
Καὶ μή τις ἀνάρμοστον εἶναι νομίσῃ τὴν εἰκόνα τὴν προκειμένην· Ὁ γὰρ θεὸς οὕτω προσφέρεται τῷ λαῷ ὡς ἀνὴρ γυναικί, οὐ κατὰ τὴν τῶν σωμάτων ἕνωσιν, ἀλλὰ κατὰ τὴν διάθεσιν καὶ τὴν εὔνοιαν. Ὁ αὐτὸς γοῦν καὶ τῇ παλαιᾷ διαλεγόμενος συναγωγῇ διὰ τοῦ προφήτου σαφῶς ἔλεγεν· Ἐμνηστευσάμην σε ἐν κρίματι καὶ ἐν ἐλέῳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἐπιγνώσει. Τοῦ θεοῦ ἡρμήνευσε τὴν συνάφειαν. Καὶ τίς ἡ συνάφεια θεοῦ; Ἡ ἐπίγνωσις. Ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συναφείας σώματα σώμασι συνάπτεται· ἐπὶ δὲ τῆς κατὰ θεὸν συναφείας ψυχὴ τῷ θεῷ κολλᾶται. Καὶ ὥσπερ ἐκεῖ εἴρηται· Καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ,οὕτως ἡ ψυχὴ ἑνουμένη τῷ θεῷ λόγῳ βοᾷ· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Εἶχεν οὖν ἡ παλαιὰ συναγωγὴ ἄνδρα τὸν νόμον, ὡς μαρτυρεῖ Ἡσαΐας σήμερον διὰ τοῦ ἀποστόλου φθεγξάμενος· Τῇ γὰρ προφητικῇ κατεχρήσατο φωνῇ Παῦλος λέγων· Καθὼς γέγραπται ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἐπεὶ οὖν εἶχεν ἐκείνη ἄνδρα τὸν νόμον –Ἐπαναλήψομαι γὰρ τὸν λόγον, ὕποπτος δὲ ἦν, ὡς πανταχοῦ προδιδοῦσα τὴν εἰς θεὸν εὔνοιαν τῇ πρὸς τὰ εἴδωλα συνειδήσει. Ἐλέγχει γὰρ αὐτὴν ὁ θεὸς λέγων· Καὶ ἐμοίχευες τὸν λίθον καὶ τὸ ξύλον, κἀμοῦ ἐπελάθου, λέγει κύριος. Ἐπειδὴ ὕποπτον εἶχε τὴν γνώμην ἡ συναγωγή, εἰκότως αὐτὴν περιγράφει τόπῳ καὶ περικλείει, οἷά τινι θαλάμῳ, τῷ ναῷ, οὐκ ἐπιτρέπων οὔτε θυσιαστήριον ἱστᾶν ἐν παντὶ τόπῳ, ἀλλὰ πᾶσα μὲν ἡ Ἰουδαία τοῦ λαοῦ καὶ Παλαιστίνη, εἷς δὲ ἦν ὁ τόπος ὁ ἔχων τὸ θυσιαστήριον Διὰ τοῦτο καὶ Μωϋσῆς ἰδὼν τὸ ὕποπτον τῆς γυναικός –Γυναῖκα δὲ τέως λέγει τὴν συναγωγὴν ὁ λόγος. –εἰδὼς τὸ ὕποπτον τῆς συναγωγῆς, προανεφώνει λέγων· Πρόσεχε ἑαυτῷ, Ἰσραήλ, μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου καὶ τὰς θυσίας ἐν παντὶ τόπῳ οὗ ἂν εὕροις, ἀλλ’ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου. Ὅρα πῶς περιώρισται. Καὶ εἰκότως, ἀδελφοί. Εἰ γὰρ ἐν ἑνὶ τόπῳ δεξαμένη θυσιαστήριον πάντα τόπον τῆς εἰδωλολατρείας ἐπλήρωσε, καθὼς μαρτυρεῖ κράζων Ἱερεμίας· Κατ’ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατ’ ἀμφόδους Ἱερουσαλὴμ ἔθυες τῇ Βάαλ. Εἰ τόπον ἕνα λαβοῦσα, πᾶσαν τὴν γῆν ἐπλήρωσε τῆς μοιχείας, εἰ εἰς πᾶσαν ἔλαβεν ἄδειαν, ἐννόησον ὅσην ἔλαβεν ἄμετρον ἀκολασίαν. Διὰ τοῦτο, ἀδελφοί, καὶ τὸ ᾆσμα περιώρισται τόπῳ καὶ τὸ θυσιαστήριον τόπῳ καὶ ὁ λαὸς ἐκεῖνος τόπῳ. Ἡ δὲ ἐκκλησία ἡ σώφρων καὶ κόσμιος καὶ πανταχοῦ τὸν Χριστὸν ἐν αὐτῇ περιφέρουσα, καὶ μυρίους μάρτυρας προβαλλομένη ὑπὲρ τῆς εἰς τὸν ἄνδρα εὐνοίας, οὐ κωλύεται ἀπὸ τόπων. ἀλλ’ ἐν παντὶ τόπῳ θυσιαστήρια· ἐν παντὶ τόπῳ διδασκαλίαι. Ταῦτα προανεφώνει ὁ θεὸς διὰ τοῦ προφήτου. Τὴν γὰρ ἐκκλησιαστικὴν εὐθηνίαν σημαίνων, καὶ τὴν ἀγνωμοσύνην τοῦ λαοῦ στηλιτεύων, πρὸς ἐκείνους φησίν· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ παντὶ τόπῳ θυσία προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Ὅρα πῶς λαμπρῶς καὶ περιφανῶς τὴν μυστικὴν ἡρμήνευσε τράπεζαν, τὴν ἀναίμακτον θυσίαν. Θυμίαμα δὲ λέγει καθαρὸν τὴν προσευχὴν τὴν ἁγίαν τὴν μετὰ τῆς θυσίας ἀναφερομένην. ἐκεῖνο γὰρ θεὸν ἀναπαύει τὸ θυμίαμα οὐ τὸ ἀπὸ τῶν ῥιζῶν γηΐνων λαμβανόμενον, ἀλλὰ τὸ ἀπὸ καθαρᾶς καρδίας ἀναπεμπόμενον θυμίαμα. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ὁρᾶς ὅπως πανταχοῦ διαλάμπειν ἐπιτρέπεται τῇ λειτουργίᾳ ἀγγελικῇ; Ὁρᾷς ὅπως οὐ περιώρισται οὔτε τὸ θυσιαστήριον, οὔτε τὸ ᾆσμα; Ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι μου. Ἔστι μὲν οὖν θυσία καθαρά, πρώτη μὲν ἡ μυστικὴ τράπεζα, τὸ οὐράνιον, τὸ ὑπερκόσμιον θῦμα· Ἔστι δὲ καὶ ἐν ἡμῖν διαφορὰ πολλῶν θυσιῶν. Ἐπειδὴ γὰρ ὁ νόμος εἶχε πολλὰς θυσίας ἐν τῇ παλαιᾷ, καὶ τὴν ὑπὲρ ἁμαρτιῶν, τὴν δὲ ὁλοκαύτωμα λεγομένην καὶ τὴν μὲν αἰνέσεως, τὴν δὲ σωτηρίου· ἄλλη ὑπὲρ τῶν καθαιρομένων λεπρῶν, καὶ ἄλλας πολλὰς καὶ διαφόρους ὑπὲρ τῶν ἐν μυρίοις μιάσμασιν ἐξεταζομένων. Καὶ πολὺς ἦν καὶ ἄμετρος ἀριθμὸς θυσιῶν τῶν κατὰ νόμον. Ἡ νέα χάρις ἐλθοῦσα διὰ μιᾶς περιγράφει πάσας καὶ μίαν ἀληθινὴν ἔστησε θυσίαν.