Ancient Greek · ~18 min
Section 3
Severianus Gabalensis, In psalmum 95 3.1
Not analysed yet
Ἔχομεν δὲ καὶ ἡμεῖς ἐν ἑαυτοῖς ἑτέρας θυσίας, οὐ τῷ νόμῳ στοιχούσας, ἀλλὰ τῇ ἀγγελικῇ χάριτι πρεπούσας. Καὶ βούλει μαθεῖν τὰς θυσίας ταύτας ἃς ἔχει ἡ ἐκκλησία, πῶς ἐκτὸς αἱμάτων καὶ βωμοῦ καὶ τῶν ἄλλων τὸ εὐαγγελικὸν δῶρον ἀναπέμπεται τῷ θεῷ, καὶ ἡ θυσία καθαρὰ καὶ ἀμίαντος; Ἄκουε τῆς ἁγίας γραφῆς σαφῶς σοι παριστώσης τὴν διαφορὰν ταύτην καὶ τὴν ποικιλίαν. Ἔστιν οὖν ἡ πρώτη θυσιά, ἣν ἔφθην εἰπών, τὸ νοερὸν ἐκεῖνο καὶ μυστικὸν δῶρον, περὶ οὗ φησιν ὁ Παῦλος· Μιμηταὶ γίνεσθε τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ θεῷ θυσίαν καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας. Δευτέρα θυσία ἡ τῶν μαρτύρων. Καὶ τίς μαρτυρεῖ λόγος; Ἄκουε Παύλου· Παρακαλῶ ὑμᾶς, ἀδελφοί, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν εὐάρεστον τῷ θεῷ. Ἔχεις πρώτην σωτηρίας τὴν θυσίαν, δευτέραν τὴν τῶν μαρτύρων, τρίτην τὴν τῆς εὐχῆς. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις χειρῶν μου θυσία ἑσπερινή. Τετάρτη ἡ δι’ αἰνέσεως, τουτέστι δι’ ὕμνων. Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. Πέμπτη ἡ διὰ δικαιοσύνης· Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης. Ἕκτη ἡ δι’ ἐλεημοσύνης· Θυσία φησὶ καθαρὰ καὶ ἀμίαντος, ἐπισκέπτεσθαι πτωχοὺς καὶ ὀρφανοὺς ἐν τῇ θλίψει αὐτῶν. Ἑβδόμη ἡ τοῦ ἀλαλαγμοῦ. Ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἄλλο γὰρ ὀλολυγμὸς καὶ ἄλλο ἀλαλαγμός. Ὅταν γὰρ μετὰ νίκης ἐν πολέμῳ στρατιῶται βοῶσι, ἀλαλαγμός ἐστιν ἐκεῖνος καὶ σήμαντρον νίκης. Διὰ τοῦτο ὁ προφήτης τοὺς μέλλοντας εἰδέναι τὴν νίκην τοῦ Χριστοῦ, τὸν ὕμνον βοῶντας τὸν κατὰ τῶν πολεμίων, μακαρίζει λέγων· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἀλαλαγμὸς τοίνυν ἐστὶν ἐπινίκιος ἐν πολέμῳ κρότος. Ἐπεὶ οὖν τὴν νίκην ἔλαβε ὁ σωτὴρ τὴν κατὰ πάντων· Θαρσεῖτε, λέγων, ἐγὼ νενίκηκα τὸν κόσμον ,τὸν ὕμνον ἀναπέμποντες τοῦτον τῷ τὴν νίκην ἐργασαμένῳ ἀναπληροῦμεν τὸν ἀλαλαγμόν, ὃν μακαρίζει ὁ προφήτης λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ. Ὀγδόη ἐστὶν ἑτέρα θυσία τῷ θεῷ, πνεῦμα συντετριμμένον· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. Ὁρᾷς πηλίκαι θυσίαι παρ’ ἡμῖν πολιτεύονται; Ἔστι καὶ ἄλλη καινὴ θυσία ἡ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πληρουμένη, ὁ λόγος ὁ διδακτικός, περὶ οὗ φησιν ὁ ἀπόστολος Παῦλος· Ἱερουργοῦντες τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τοῦ θεοῦ εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. Ὁρᾷς ὅπως ἔδειξεν, ὅτι καὶ τὸ κήρυγμα ἀντὶ θυσίας ἀναπέμπεται τῷ θεῷ; Ἔχεις τὴν πρώτην θυσίαν τὸ σωτήριον δῶρον, δευτέραν τὴν τῶν μαρτύρων, τρίτην τὴν τῆς προσευχῆς, τετάρτην τὴν τοῦ ἀλαλαγμοῦ, πέμπτην τὴν τῆς δικαιοσύνης, ἕκτην τὴν τῆς ἐλεημοσύνης, ἑβδόμην τὴν τῆς αἰνέσεως, ὀγδόην τὴν τῆς κατανύξεως, τὴν τῆς ταπεινοφροσύνης, ἐνάτην τὴν τοῦ κηρύγματος. Εἰ καί τι παρέλιπον; ἐννέα γὰρ ἀπαριθμησάμενος, ἐνόμισα δέκα παραδίδοσθαι. Τίς οὖν ἡ παραλελειμμένη θυσία; Ἔστι τοίνυν δεκάτη ἡ τῆς καρποφορίας, περὶ ἧς ὁ Παῦλός φησιν· Ἐδεξάμην τὰ παρ’ ὑμῶν ἀποσταλέντα δι’ Ἐπαφροδίτου, θυσίαν δεκτικὴν εἰς ὀσμήν εὐωδίας. Ὁρᾷς πῶς καὶ τὴν καρποφορίαν τὴν εἰς τοὺς ἁγίους θυσίαν καλεῖ Παῦλος; Ἔχεις οὖν ποικιλίαν θυμάτων. Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. Ἐπῄνεσα δὲ πάντας ὑμᾶς, ἀδελφοί, μᾶλλον δὲ πάντες ἐπῃνέσαμεν, καὶ πρὸ πάντων ὁ θεός, τὴν θυσίαν ἦν ἐνεδείξασθε, λέγω δὴ τὴν εἰς τοὺς πένητας καρποφορίαν. Ἠλεήσατε γὰρ τοὺς ἐπὶ τῆς ἀγορᾶς πατουμένους, τοὺς πρὸς τὸν θεὸν βοήσαντας καὶ δι’ ὑμῶν ἐπακουσθέντας. Ἐπιμιμήσασθε τοῦ θεοῦ τὴν φιλανθρωπίαν. Ἀπεσυλήσατε τῆς ἀγορᾶς τὸ ὄνειδος τῆς πτωχείας. Προῆλθεν ἡ ἐλεημοσύνη καὶ ἔσβεσε τὴν αἰσχύνην· Αἰσχύνη γὰρ ἦν τῶν ἐχόντων ἡ κραυγὴ τῶν πενήτων. Ἐθησαυρίσατε θησαυρὸν ζωῆς· ἀπεθησαυρίσατε θησαυρὸν δικαιοσύνης. Τοῦτον γὰρ δεῖ τὸν θησαυρὸν πρὸ ὀφθαλμῶν ἔχειν, τὸν τῆς ἀληθείας, τὸν τῆς δικαιοσύνης, τὸν τῆς φιλοπτωχίας. Ἐπειδήπερ, ἀδελφοί, δύο εἰσὶ θησαυροί, εἷς ὁ τοῖς κακοῖς θησαυριζόμενος, καὶ εἷς ὁ τοῖς ἀγαθοῖς ταμιευόμενος. Θησαυρὸς κακῶν ἡ παρακοή, ἡ ἀπείθεια, ἡ παρανομία· Ἀγνοεῖς ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκηλρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως τῆς δικαιοκρισίας τοῦ θεοῦ. Ὁρᾷς θησαυρὸν ἁμαρτημάτων ἀποτιθέμενον τοῖς ἐργάταις τῆς ἀνομίας; Ἴδε καὶ τὸν θησαυρὸν τὸν ἀπὸ τῆς φιλοπτωχίας ἀποτιθέμενον τοῖς δικαιοσύνην ἐργαζομένοις. Ἄκουε Παύλου Τιμοθέῳ γράφοντος· Τοῖς πλουσίοις παράγγελλε τοῖς ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἀγαθοποιεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους ὄντας, κοινωνικούς, ἀποθησαυρίζοντας ἑαυτοῖς θησαυρὸν ἀγαθὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ὁρᾷς θησαυρὸν ἀγαθῶν; Ὁρᾷς θησαυρὸν κακῶν; Καὶ παρὰ τίνι ὁ θησαυρὸς ἀποτίθεται; Ἢ δῆλον ὅτι παρὰ τῷ θεῷ. Αὐτὸς καὶ τὸν τῶν κακῶν θησαυρὸν ταμιεύεται εἰς ἀντάμειψιν, καὶ τοὺς μὲν ἀμύνεται, τοὺς δὲ ἀμείβεται.