Ancient Greek
Section 4
Severianus Gabalensis, In psalmum 95 4.1
Not analysed yet
Θέλεις ἰδεῖν αὐτὸν ἀκριβῆ τὴν μνήμην ἔχοντα καὶ τὴν φυλακὴν τῶν θησαυρῶν τούτων; Λέγει περὶ τῶν ἐργαζομένων τὰ φαῦλα διὰ Μωϋσέως· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς. Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ ὁ θυμὸς ἀσπίδων ἀνίατος. Καὶ ὡς ἀπηριθμήσατο τὰ ἔργα τῆς ἀνομίας, εὐθέως ἐπήγαγεν· Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν θησαυροῖς μου; Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν. Οὕτω ταμιεύεται τὸν θησαυρὸν τῆς ἀνομίας τοῖς ἐργάταις τῆς ἀδικίας. Ταμιεύεται δὲ καὶ τοὺς θησαυροὺς τῆς βασιλείας τοῖς ἐργάταις τῆς δικαιοσύνης, περὶ ὧν φησιν Ἡσαΐας· Ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια παρὰ κυρίου. Οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. Ὅθεν καὶ ὁ σωτὴρ ἔλεγε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς· Θησαυρίσατε ὑμῖν θησαυρὸν ἀνέκλειπτον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Καὶ αὐτὸς τῷ πλουσίῳ διαλεγόμενος φύγωμεν τοίνυν τὸν θησαυρὸν τῆς ἁμαρτίας, καὶ ἀποθησαυρίσωμεν τὸν θησαυρὸν τῆς ἐλεημοσύνης, ἔργον καλὸν καὶ ἱκανὸν σβέσαι πᾶσαν ἁμαρτίαν, ἱκανὸν λῦσαι πᾶσαν παρανομίαν. Καὶ ἵνα ἀκριβῶς μάθῃς ὅσην ἰσχὺν ἔχει ἡ ἐλεημοσύνη, σκόπησον ἀκριβῶς τὰ λεγόμενα. Τῶν ἁμαρτημάτων τὰ μὲν εἰς ἄνθρωπον βλέπει· τὰ δὲ εἰς θεόν, οἷον τὸ ἀσεβῆσαι καὶ βλασφημῆσαι καὶ ναὸν θεοῦ ὑβρίσαι, ἢ ἐκκλησίαν θεοῦ διῶξαι ἢ ἀτιμάσαι. Ταῦτα πάντα εἰς θεὸν τὴν ἀναφορὰν ἔχει. Τὸ δὲ μοιχεῦσαι καὶ κλέψαι καὶ ἀδικῆσαι, ταῦτα ἐν τῇ περὶ τοὺς ὁμοδούλους στρέφεται καταστάσει. Πολλὴ δὲ διαφορὰ τῶν εἰς θεὸν ἁμαρτανομένων καὶ τῶν εἰς ἀνθρώπους πλημμελουμένων. Ἀσεβείας τοίνυν χεῖρον οὐδέν· οὐδὲν τῆς εἰς θεὸν παρανομίας μοχθηρότερον· οὐδὲν ἀσεβέστερον τῆς κατὰ θεὸν βλασφημίας. Ἀλλ’ ὅμως καὶ τὴν τοσαύτην παρανομίαν ἐλεημοσύνη δύναται λύειν, οὐκ ἐὰν ἐπιμένῃ τῇ βλασφημίᾳ, ἀλλ’ ἐὰν ἐν τῇ μετανοίᾳ τὴν ἁμαρτίαν ἀνακαλέσηται. Μὴ γάρ μοι τις κατατρεχέτω τοῦ λόγου κακῶς ἀκούων· οὐ πρὸς τὴν ἄνοιαν τῶν ἀνοήτων, ἀλλὰ πρὸς τοὺς πιστοὺς ὑμᾶς ὁ λόγος, πρὸς τοὺς συντρόφους τῆς ἀληθείας. Οὐδὲν δεινότερον τῆς ἀσεβείας· οὐδὲν μοχθηρότερον βλασφημίας. Ἀλλ’ ὅμως τοσοῦτον κακὸν δι’ ἐλεημοσύνης λύεται, ἐὰν γνησίως τις προσέλθῃ τῇ ἀληθείᾳ. Καί μοι λάβε πρὸς ἀπόδειξιν τὴν ἀρχαίαν ἱστορίαν τοῦ Δανιήλ. Τοῦ Ναβουχοδονόσορ παῖς ὁ Βαλτάσαρ, ἐπικωμάσας ποτὲ τοῖς θείοις καὶ ὑβρίσας τὰ ἅγια, ἐτόλμησε κοινῷ συμποσίῳ μεθυόντων καὶ ἀσεβούντων καὶ βλασφημούντων, καὶ τὰ ἱερὰ σκεύη, ἃ ἀπὸ τῆς Ἱερουσαλὴμ ἔλαβε, ταῦτα παραγαγεῖν εἰς μέσον, καὶ χρήσασθαι τούτοις ὀργάνοις μέθης. Καὶ ἐξήγαγέ φησι τὰ σκεύη τοῦ θεοῦ τὰ ἐξ Ἱερουσαλήμ, τὰ ἅγια καὶ ἔπινεν ἐν αὐτοῖς αὐτὸς καὶ αἱ γυναῖκες αὐτοῦ καὶ αἱ παλλακαὶ καὶ αἱ παράκοιτοι αὐτοῦ. Ὑβρίζετο τὰ θεῖα οὐ μόνον διὰ κοινῆς τραπέζης, ἀλλὰ καὶ διὰ τῆς ἀσελγείας. Καὶ τοσοῦτον κακὸν καὶ ὁ θεὸς μακροθυμεῖ, ἡ ἀνεξίκακος δύναμις, ἡ πλουσία χάρις, ἡ ἄφθονος φιλανθρωπία ἡ ἐκδεχομένη τὴν μετάνοιαν ἡμῶν, καὶ ὑπερτιθεμένη τὴν τιμωρίαν. Ἐπικωμάζοντα τοῖς ἁγίοις φέρει θεὸς καὶ προφέρει κατ’ αὐτοῦ ἀπόφασιν. Ἐξήνεγκε γάρ φησιν ἐν τῷ ταῦτα γίνεσθαι ἐπὶ τοῦ κονιάματος τοῦ τοίχου, τουτέστιν ἐπὶ τοῦ χρίσματος, ἐξῆλθεν ὡς ἀστράγαλος χειρὸς ἀπὸ τοῦ καρποῦ μέχρι τῶν δακτύλων, σχῆμα χειρός, καὶ ἔγραφεν ἐπὶ τοῦ τοίχου Μανή, Θεκέλ, Φαρές. Καὶ τὰ ῥήματα ἦν Ἑβραϊκά, καὶ τὸ ξένον τοῦ θύματος ἐξέπληττε τὸν τύραννον καὶ τοὺς συμπότας. Καὶ ἐζητεῖτο τῶν ἀπορουμένων ἡ λύσις, καὶ οὐχ εὑρίσκετο. Ἐκάλεσεν ἑρμηνέας πολλοὺς καὶ ἠπόρουν πρὸς τὸ φαινόμενον. Καλεῖται ὁ Δανιὴλ εἰς τὸ μέσον. Δεῖ γὰρ πρῶτον τὸ ψεῦδος ἀπορῆσαι, καὶ οὕτω τὴν ἀλήθειαν λάμψαι. Καὶ ὥσπερ ἐν Αἰγύπτῳ ἠπόρησαν οἱ μάντεις καὶ οἱ σοφοί, καὶ τότε Ἰωσὴφ ἀνέκυψε τὴν ἀλήθειαν ἑρμηνεύων, τότε ἡ τοῦ θεοῦ σοφία διὰ τοῦ πιστοῦ θεράποντος ἔλαμψεν. Ἐκλήθη Δανιὴλ· εἰσῆλθεν ὁ τῶν ἁγίων λόγων προφήτης, ἡ νοερὰ τῶν γραφῶν βίβλος ὁ ἑρμηνευτὴς τοῦ μεγάλου βασιλέως. Καὶ ἵνα μάθῃς διαφορὰν ἀνθρώπου ψιλοῦ καὶ ἀνθρώπου τοῦ θεοῦ, ψιλοῦ μὲν τὴν φύσιν, ἀθανάτου δὲ τὴν γνώμην, εἰσελθὼν εἰς τὸ συμπόσιον ἐκεῖνο τῆς ἀσεβείας, παρακαλεῖται ὑπὸ τοῦ ἀρχισυμπότου, λέγω δὴ τοῦ βασιλέως. Φησὶ γὰρ πρὸς αὐτὸν ἐκεῖνος· Οἶδα ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. Ἐπίλυσον ἡμῖν τὴν γραφὴν ταύτην, τί βούλεται; Τὸν ὑπηρέτην τιμᾷς καὶ τὸν δεσπότην ὑβρίζεις; Ἄνθρωπον σέβεις καὶ τὸν θεὸν ἀτιμάζεις; Πνεῦμα ἅγιον ὁμολογεῖς καὶ ἅγια μιαίνεις; Οἶδα ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. Καὶ γὰρ ἐπὶ τοῦ πατρός μου περισσότερον ἦν τὸ πνεῦμα ἐν σοί. Ἐὰν τοίνυν ἐπιλύσῃς, φησί, τοῦτο τὸ ζητούμενον, πορφύραν ἐνδύσῃ καὶ μανιάκην χρυσοῦν περὶ τὸν τράχηλόν σου. Ὁ δὲ μακάριος ἐκεῖνος καὶ θαυμαστὸς ἐν οὐδενὶ τὰ παρὰ ἀνθρώπων τιθέμενος δῶρα, πρὸ δὲ πάντων τιμῶν τὴν ἀλήθειαν, λέγει· Βασιλεῦ, τὰ δῶρά σου ἀνδρὶ ἑτέρῳ δῷς καὶ τὰ δόματά σου δῷς ἑτέροις· ἐγὼ δὲ τὴν γραφὴν ἀπαγγελῶ. Καὶ τίς σοι μισθὸς τῆς ἑρμηνείας; Ἡ παρὰ τοῦ θεοῦ μισθαποδοσία. Μᾶλλον δὲ τοῦτό μοι μισθὸς τῆς ἀληθείας, τὸ ἑρμηνεῦσαι αὐτὴν τὴν ἀλήθειαν καὶ ἐκδικῆσαι δυσφημουμένην τὴν εὐσέβειαν.