Ancient Greek
Section 13
Severianus Gabalensis, In Temptationem Domini Nostri Iesu Christi 13
Not analysed yet
Πῶς ἔδειξε; Θεῷ μὲν γὰρ πάντα δυνατά. Τῷ δὲ διαβόλῳ πῶς εὔπορον ἐφάνη δεῖξαι; Οὐ γὰρ εἶπεν· Εἶδεν ὁ Ἰησοῦς. Ἠδύνατο γὰρ ἐν ἑνὶ τόπῳ καὶ μιᾷ γωνίᾳ ἑστὼς τὰ πάντα ἰδεῖν ὁ τὰ πάντα περιλαμβάνων. Ἀλλὰ ζητῶ τὸ πῶς ὁ διάβολος ἔδειξε τὰς βασιλείας. Καὶ ἐὰν γάρ τις εἰς ὑψηλὸν τόπον ἀνέλθοι καὶ ἴδοι πάσας τὰς πόλεις, ὁρᾷ τὰ κτήνη τὰ ἐν μέσῳ τρεφόμενα. Πῶς οὖν τοσαύτην καὶ τηλικαύτην ποικιλίαν ἔδειξεν ἐν στιγμῇ χρόνου ὁ διάβολος; Εὔκοπον γὰρ τῷ διαβόλῳ εἰς κακίαν μετασχηματίζεσθαι. Εἰ γὰρ μετασχηματίζεται εἰς ἄγγελον φωτός ,πολλῷ μᾶλλον καὶ εἰς τὴν ὁρωμένην φαντασίαν.