Ancient Greek
Section 21
Severianus Gabalensis, In Temptationem Domini Nostri Iesu Christi 21
Not analysed yet
ἐπειδὴ Μωϋσῆς καὶ Ἠλίας ἵστανται τεσσαράκοντα ἡμέρας. Μωϋσῆς ἐνήστευσεν, οὐχ ἵνα κατορθώσῃ ὃ ὁ Χριστὸς κατώρθωσεν. Οὐ γὰρ Μωϋσῆς νηστεύσας τοὺς δαίμονας ἐχώρησεν. Οὐδὲ Ἠλίας ἐνήστευσεν, ἵνα τὸν διάβολον καθέλῃ, μᾶλλον δὲ Ἰησοῦς ἡττήσατο τῶν πραγμάτων. Κατορθοῖ τὰ πράγματα, ὡς ἔλεγε προειπών. Παρέστησε Μωϋσῆν καὶ Ἠλίαν ὁ δεσπότης νόμου καὶ προφητῶν. Παρέστησε Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ὁ δεσπότης τῶν εὐαγγελιστῶν. Καὶ γίνεται μία νεφέλη εἰς τύπον τῆς ἐκκλησίας, ἐκείνῳ δὲ ἐπισημήνας ἐν ἀξίῳ, τί ἂν εἶπε Μωϋσῆς φωνὴν ζῶσαν. Ταύτην ὁ πατὴρ ἐκύρωσεν ἐν τῷ ὄρει λέγων· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. Μωϋσῆς γὰρ προανεφώνησε λέγων· Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούετε ,ἵνα δείξῃ ὅτι ἡ χάρις οὐκ ἐβιάσατο τὸν νόμον, ἀλλ’ ἐπλήρωσε τὸν νόμον, οὐχ ὑβρίζων Μωϋσῆν, ἀλλὰ πληρῶν τὸ ῥῆμα. Οὐ χρείᾳ, ἀλλ’ ὑπὸ νόμου καὶ προφητῶν βασίλεια τῆς ἀληθείας λαμβάνονται.