Ancient Greek
Section 6
Severianus Gabalensis, In Temptationem Domini Nostri Iesu Christi 6
Not analysed yet
Ὁ σωτὴρ πρὸς αὐτόν· Γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου. Πολλοὶ νομίζουσιν ὅτι αὐτῷ τῷ διαβόλῳ ἔλεγεν· Μὴ πειράσῃς κύριον τὸν θεόν σου, καὶ βούλονται ἐπαγαγεῖν τῇ ἀξίᾳ τοῦ μονογενοῦς τὸ ῥῆμα. Ἡμεῖς δὲ οὐ δεχόμεθα αὐτὸ εἰς τὴν ἀξίαν, οὐ τὴν ἀξίαν ἀρνούμενοι, ἀλλὰ τὴν δύναμιν ὁμολογοῦντες. Οὐκ ἐκ τούτου δείκνυται ὅτι κύριος ὁ θεὸς ὁ μονογενής· Εἰσὶ γὰρ μαρτυρίαι ἄπειροι τὴν ἀξίαν κηρύττουσαι. Ἀλλὰ νῦν ἐκ προσώπου τῆς ἀνθρωπότητος φθέγγεται, ἐπειδὴ ἐκεῖνος εἶπε· Βάλε σεαυτὸν ἄνωθεν κάτω. Ἴδωμεν, εἰ οὖν ἀδικεῖσαι. Γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ ,ἐκ προσώπου τῆς ἀνθρωπότητος λέγει· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου . ἀντὶ τοῦ Γέγραπται ἐμοὶ τῷ ἀνθρώπῳ μὴ πειράζειν τὸν θεόν. Οὐ βάλλω ἐμαυτόν, ἵνα μὴ πειράσω τὸν θεόν· οὐ πειράζω, οὐ δοκιμάζω. Εἰ δυνατὸς βοηθεῖν ἤμην, τοῦτο εὐσεβείας ἀλλότριον. Ταῦτα λέγει οὐκ ἀπὸ τῆς ἀξίας, ἀλλ’ ἀπὸ τῆς ἀνθρωπίνης ὄψεως.