Ancient Greek · ~3 min
Section 1
Severianus Gabalensis, Quomodo animam acceperit Adamus (Ms Aa) 1
Not analysed yet
Καλοὶ τῆς ὑπομονῆς οἱ πόνοι, καὶ κάλλιστος ὁ καρπὸς ὁ τοῖς πόνοις ἑπόμενος. Ἀγαθῶν γὰρ πόνων καρπὸς εὐκλεής. Πόνοι γεννῶσι ἀρετάς, πόνοις ἁρμόζεται τὸ τῆς νηστείας διάγγελμα, πόνοις κατορθοῦται τὸ λαμπρὸν τοῦ μαρτυρίου στρατήγημα. Πόνων ἔπαθλον ἡ βασιλεία τῶν οὐρανῶν. Διήνυσται ἡμῖν μετὰ τῶν ἱερῶν τούτων πόνων ἡ πανάρετος ἑβδομάς, καὶ εἰς τέλος ἔδραμε τὸ πρῶτον γυμνάσιον, καὶ λάμπει τὸ τῆς εὐσεβείας ἔπαθλον. Σήμερον, ἀδελφοί, ἐστιν ἡ ἡμέρα, καθ’ ἣν ὁ Ἀδὰμ ἐπλάσθη, καθ’ ἣν κατ’ εἰκόνα θεοῦ γέγονε. Καὶ ἐπειδὴ χθὲς τὸ τῆς φωνῆς ὄργανον οὐχ ὑπήκουσεν, ἀνάγκη σήμερον ἐν αὐτῇ τῇ ἡμέρᾳ, καθ’ ἣν ὁ Ἀδὰμ ἐπλάσθη, τοὺς περὶ τῆς πλάσεως ἀναλαβεῖν λόγους. Ἔπλασεν αὐτὸν ὁ θεὸς τῇδε τῇ ἡμέρᾳ· πάλιν αὐτὸν ἀναπλάττει κατὰ τήνδε τὴν ἡμέραν.