Ancient Greek
541.1
Severus Rhetor, Diegemata kai ethopoiiai 541.1
Unproofread scanNot analysed yet
καστήριον ἐπραττες, ἔνθα περὶ τε τοῦ βίου ψήφρος καὶ πατρίδος ἐφέρετο; τί μὴ κατὰ βραχὺ τῆς κατηγορίας τὴν συντονίαν ἐχάνυνσας; ἀλλ’ οὐδ’ ὅσον τῆς ποικιλίας ἀφήκας τὸν λόγον, μᾶλλον δὲ οὐδ’ εἰς ἅπαξ λέγων παρέτρεχες, ἀλλ’ αὖξων τὸ δεινόν, καὶ 4 ἐπολυπλasiάζεις τῇ πυκνότητι, καινοῖς ἐπάγων νεώτερα, καὶ τὸ πάλαι ῥηθὲν τῷ κατασκευάζειν πολλάκις ἀνανεούμενος. τί μοι δῶρον προτείνεις ὀλίγον, ὅλης τῆς πατρίδος ἐξωθησάμενος; τίνα ξένια δίδως, ξένον καταστήσας τῶν οἴκαδε; δακρύεις ἀοτίως ὁ μὴ συγχωρῶν ἐλεεῖσθαι τὰ δάκρυα· παίδας 10 οἰκτείρεις οὓς ἀπωθήσω τοῦ βήματος· ἐλεεῖς διωκόμενον, ὃν οὐκ ἀφήκας πολιτευόμενον. ἀλλ’ ὡς ἔοιχε νῦν5 δοκεῖς ἡμέτερος, ἥνικα θαρρεῖς6, ὡς κἂν ὁπωσοῦν συμπράξῃς, ἐτι σῴζειν οὐκ ἔνεστι. τί οὖν τηγάλλως7 ὀδύρομαι, τῆς συμφορᾶς ἐμαυτῷ γενόμενος αἴτιος, κινήσας ἐχθροὺν, ὃς 15 καὶ θαυμάζομενος, ὡς εἰπεῖν, αἰτιάται τὸν ἐπαινέσαντα;