Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>, lines 1-7
Sextus Empiricus, Adversus mathematicos 1-8-7
Not analysed yet
εἰ ἔστι τι ἀληθές
Ὅτι μὲν μηδενὸς ὄντος σαφοῦς κριτηρίου κατ’ ἀνάγκην συναδηλεῖται καὶ τὸ ἀληθές, πᾶσιν ἤδη φανερόν ἐστιν· ὅμως δὲ καὶ ἐξ ἐπιμέτρου παρέσται διδάσκειν, ὅτι κἂν μηδὲν ἄντικρυς πρὸς τὸ κριτήριον λέγωμεν, ἡ περὶ αὐτοῦ τοῦ ἀληθοῦς διάστασις ἱκανή ἐστιν εἰς ἐποχὴν ἡμᾶς καταστήσασθαι, καὶ ὃν τρόπον μηδενὸς ὄντος ἐν τῇ
φύσει τῶν πραγμάτων εὐθέος καὶ στρεβλοῦ οὐδὲ κανὼν ἔστι δοκιμαστικὸς τούτων, καὶ μηδενὸς ὄντος βαρέος καὶ κούφου σώματος συναναιρεῖται <καὶ> ἡ τοῦ ζυγοῦ κατασκευή, οὕτω μη- δενὸς ὄντος ἀληθοῦς οἴχεται καὶ τὸ τῆς ἀληθείας κριτήριον. τὸ δ’ ὅτι οὐδέν ἐστιν ἀληθὲς ἢ ψεῦδος ὅσον ἐπὶ τοῖς τῶν δογματικῶν λόγοις, μάθοιμεν ἂν τὴν γεγονυῖαν αὐτοῖς περὶ τούτου διάστασιν προτάξαντες.
τῶν γὰρ σκεψαμένων περὶ <τοῦ> ἀληθοῦς οἱ μὲν οὐδὲν εἶναί φασιν ἀληθὲς οἱ δὲ καὶ τῶν εἷναι φαμένων οἱ μὲν μόνα ἔλεξαν ἀληθῆ εἶναι τὰ νοητά, οἱ δὲ μόνα τὰ αἰσθητὰ, οἱ δὲ κοινῶς τὰ αἰσθητά τε καὶ νοητά.
Ξενιάδης μὲν οὖν ὁ Κορίνθιος, ὡς ἀνώπερον ὑπεδείκνυμεν (I 53), μηθὲν εἶναί φησιν ἀληθές· τάχα δὲ καὶ Μόνιμος ὁ κύων, τῦφον εἰπὼν τὰ πάντα, ὅπερ οἴησίς ἐστι τῶν οὐκ ὄντων ὧς ὄντων.
οἱ δὲ περὶ τὸν Πλάτωνα καὶ Δημόκριτον μόνα τὰ νοητὰ ὑπενόησαν ἀληθῆ εἶναι, ἀλλ’ ὁ μὲν Δημόκριτος διὰ τὸ μηδὲν ὑποκεῖσθαι φύσει αἰσθητόν. τῶν τὰ πάντα συγκρινουσῶν ἀτόμων πάσης αἰσθητῆς ποιότητος ἔρημον ἐχουσῶν φύσιν,
ὁ δὲ Πλάτων’ διὰ τὸ γίγνεσθαι μὲν ἀεὶ τὰ αἰσθητά, μηδέποτε δὲ εἶναι, ποταμοῦ δίκην ῥεούσης τῆς οὐσίας, ὥστε ταὐτὸ μὴ δύο τοὺς ἐλαχίστους χρόνους ὑπομένειν, μηδὲ ἐπιδέχεσθαι, καθάπερ ἔλεγε καὶ ὁ Ἀσκληπιάδης, δύο δείξεις διὰ τὴν ὀξύτητα τῆς ῥοῆς.