Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 101-3
Not analysed yet
εἰ |δὲ διὰ τὴν τοῦ ἀέρος τροπήν, τί τοῦτο πρὸς τὴν τοῦ βίου διαφοράν; εἰς μὲν γὰρ τὸ ἰσχυρὸν τῷ σώματι γίυσθαι τὸ γεννώμενον καὶ θηριῶ- δες τοῖς ἤθεσιν τάχα συμβάλλεται ἡ ποιὰ τοῦ ἀέρος κρᾶσις, εἰς δὲ τὸ δανείοις καταχρέων γενέσθαι τὸ γεν- νώμενον ἢ βασιλεύειν ἢ δεσμευθῆναι ἢ σπανότεκνον ἢ σπανάδελφον ὑπάρχειν οὐδʼ ὁτιοῦν φαίνεται συνεργεῖν ὁ ἀήρ.