Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ Β΄.>
Sextus Empiricus, Adversus mathematicos 101-5
Not analysed yet
καὶ Σωκράτης μὲν οὐχ ὑποπίπτει τῇ δείξει, παρόσαν αὐτοῦ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτος †οὔθ’ ἡ ψυχὴ δείκνυται οὔτε τὸ σῶμα οὔτε τὸ ὅλον, ὑπὸ τὴν δεῖξιν πίπτοντα †. καὶ μὴν οὐδὲ μόριόν ὑπέπιπτε τῇ δείξει· εἰ γὰρ τῷ ὑπὸ τὴν δεῖξιν πίπτοντι συμβεβηκέναι φασὶ τὸ κατηγόρημα (τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι), οὐδέποτε δὲ τῷ δεικνυμένῳ μορίῳ ὄντι ἐλαχίστῳ συμβέβηκε τὸ κατηγόρημα, οἷον τὸ περιπατεῖν ἢ τὸ καθῆσθαι, κατ’ ἀνάγκην οὐδὲ τὸ μόριον ἔσται πῖπτον ὑπὸ τὴν δεῖξιν.