Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 103-6
Not analysed yet
Οἱ δὲ φάσκοντες δύνασθαί τι κινεῖσθαι ἐν ᾧ ἔστι τόπῳ, καὶ τοῦτο μὲν τἀς σφαίρας, τοῦτο δὲ τοὺς ἄξονας καὶ τὰ τύμπανα παρατιθέμενοι, οὐ λύουσι τὴν ἀπορίαν, ἀλλ’ ὁμοίως ἐγκυλίονται αὐτῇ. ἕκαστον γὰρ τῶν τοιούτων σωμάτων, καθὼς καὶ ἀνώτερον ὑπεδείκνυμεν (§καθ’ ὁλότητα μὲν μένει ἐν τῷ αὐτῶ τόπῳ, κατὰ μέρη δὲ ἀλλάττει τοὺς τόπους, τοῦ μὲν ἄνω ἀντιλαμβάνοντος τὸν τοῦ κάτω τόπον, τοῦ δὲ κάτω τὸν τοῦ ἄνω.