Ancient Greek
ΠΡΟΣ ΑΣΤΡΟΛΟΓΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 105-4
Not analysed yet
ἐπεὶ οὖν ὁ αὐτὸς τῶν ἀστέρων σχηματισμὸς διὰ μακρῶν, ὥς φασι, χρόνων θεω- ρεῖται, ἀποκαταστάσεως γινομένης τοῦ μεγάλου ἐνιαυτοῦ διʼ ἐννεακισχιλίων ἐννακοσίων καὶ ἑβδομήκοντα |καὶ ἑπτὰ ἐτῶν, οὐ φθάσει ἀνθρωπίνη τήρησις τοῖς τοσούτοις αἰῶσι συνδραμεῖν ἐπὶ μιᾶς γενέσεως, καὶ ταῦτα οὐχ ἅπαξ ἀλλὰ πολλάκις, ἤτοι τοῦ κόσμου φθορᾶς, εἰρήκασιν ὡς τινες, μεσολαβούσης αὐτήν, ἢ πάντως γε τῆς κατὰ μέρος μεταβολῆς ἐξαφανιζούσης τὸ συνεχές τῆς ἱστορι- κῆς παραδόσεως.