Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 105-7
Not analysed yet
Κεῖται δὲ καὶ παρὰ τῷ Πλάτωνι (Tim. p. 29 D) τῇ δυνάμει τοιοῦτος λόγος, κατὰ λέξιν αὐτοῦ γράφοντος· “λέγωμεν δὴ δι᾿ ἣν αἰτίαν γένεσιν καὶ πᾶν τόδε ὁ συνιστὰς συνέστησεν. ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδὲ εἷς περὶ οὐδενὸς ἐγγίνεται φθόνος. τούτου δὴ ἐκτὸς ὢν πάντα ὅσα μάλιστα ἐβουλήθη γίγνεσθαι παραπλήσια ἑαυτῷ. ταύτην δὲ γενέσεως καὶ κόσμου μάλιστα ἄν τις ἀρχὴν κυριωτάτην παρὰ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτο ἄν.”